᾿Ισιν, τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις , τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν c
ἀρίστῃ συμφωνίᾳ.
ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἑ ’ξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα , τὸ πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρὸν, d ἔτι δὲ τὸ ὑγρὸν, καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ’ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τὰ
ἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων.
ἀνθρώπων. τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως · ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα.
ἐπὶ τοῦ θεοῦ τοῦτο λέγοντα , πατὴρ ἀνδρῶν τε θεῶν τε.᾿ τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον 89 ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητρα καλεῖν, βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως.
55 παρ’ ἐνίοις δὲ τῶν Ἑλλήνων ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὑ καὶ τὸν ποιητὴν λέγειν
c θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἷναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας· οἶον Δῖός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανὸς, Εἰληθυίας, ἄλλων πλειόνων.
μεθερμηνευομένης τῆς λέξεως, καὶ Δῖός θυγατέρα γε νομίσαι ταύτην, καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου · διόπερ ἐκ τῆς κορυφῆς τοῦ Δῖός μυθολογηθῆναι γενέσθαι ταύτην.
ὠνομάσθαι δὲ αὐτὴν καὶ τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν τὴν φύσιν αὐτῆς κατ’ ἐνιαυτὸν, ἔαρος d καὶ θέρους καὶ χειμῶνος.
γὰρ εὔηθες ὑπάρχειν· ἀλλὰ ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους τὴν πᾶσαν οἰκουμένην ἐπιτορεύεσθαι φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δ’ ὅτε καὶ εἰς ἀνθρώπων ἰδέας
ἤ τινων ἄλλων μεταβάλλοντας.
κάτα ποίησιν τὸ προειρημένον ὡς γινόμενον,
ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιο.”
Αἴγυπτον. μεθερμηνευομένων δ’ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν , Ἥλιον τε καὶ Κρόνον καὶ Ρέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωαν προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι c
δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ηλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον , ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ.”
αὐτοῦ συγγράμματι τάδε γράφει κατὰ λέξιν
οὕτω παρ’ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν, Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται.”
μύθους, καὶ πάλιν ἄλλως ἀποδίδωσι, καὶ αὖθις ἑτέρως ἀλληγορῶν.
εἰκόνας, καὶ ζῴων ἀλόγων καὶ θηρίων σχήματα;
έν τοῖς ἀψύχοις ξοάνοις γλυφάς; πότερον τῶν καθόλου στοιχείων, ἢ, ὅπερ καὶ τὸ ἐναργὲς τῆς ὄψεως ἐπιδείκνυσι, τῶν ἐν νεκροῖς κειμένων θνητῶν;
ἄνδρας μαρτυρῶν γεγονέναι τοὺς δηλουμένους. ὁ δὲ Πλούταρχος καὶ τῶν σωμάτων αὐτῶν ἐκ περιουσίας ’τον ποῖον ὑπογράφει του σχήματος χαρακτῆρα, έν τοῖς Περὶ τῆς Ἴσιδος καὶ τῶν Αἰγυπτίων θεῶν ὧδέ πως λέγων
b
πᾶσα αὐτῶν θεοποιία καθέστηκε· πέπλασται δ’ αὐτοῖς τὰ τῆς φυσιολογίας. τί γὰρ ἐχρῆν ἀνδρῶν καὶ γυναικῶν σχήματα ζωοπλαστεῖν, παρὸν καὶ δίχα τούτων ἥλιον σέβειν καὶ σελήνην, καὶ τὰ λοιπὰ τοῦ κόσμου στοιχεῖα;
ἀρξάμενοι τὰς τοιάσδε προσηγορίας ἐπεφήμισαν ; οἷον, λέγω τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν, Δία τε c καὶ Ποσειδῶνα καὶ Ἥραν. ἆρα γὰρ ταῦτα τῶν καθόλου στοιχείων πρότερον ὄντα ὀνόματα δεύτερον αὐτὰ τοῖς θνητοῖς ὁμωνύμως τοῖς οὐρανίοις ἐπιτεθείκασιν,
ἢ τοὔμπαλιν ἐκ τῆς παρ’ ἀνθρώποις ἐπικλήσεως τὴν μεταφορὰν ἐπὶ τὰς οὐσίας πεποίηνται;
ἀπόρρητα , πότερον τῶν καθόλου στοιχείων , ἢ τῶν πάλαι θνητῶν ἀνδρῶν τῶν τοῖς θεοῖς ὁμωνύμων ἐπάγονται τὰ σύμβολα;
καὶ ἄσεμνα , πῶς ἄν τις ἀναθείη τοῖς καθόλου στοιχείοις, αὐτόθεν τὸ θνητὸν καὶ ἀνθρωποπαθὲς ἐπενηνεγμένα;
ἀληθῶς ἐπαγομένην, βεβιασμένην δὲ καὶ διεφευσμένην ἔχουσαν τὴν ἔξωθεν σεμνολογίαν. ἄκουε δ’ οὖν 92 οἷα καὶ ὁ Πορφύριος ἐν τῇ πρὸς Ἀνεβὼ τὸν Αἶγ’ πτιον ἐπιστολῇ περὶ τῶν αὐτῶν ἱστορεῖ
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.