πλὴν τῶν πλανητῶν λεγομένων, καὶ τῶν συμπληρούντων τὸν ζωδιακὸν, καὶ ὅσοι τούτοις παρανατέλλουσι· τάς τε εἰς τοὺς δεκανοὺς τομὰς, καὶ τοὺς ὡροσκόπους , καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας, c ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς ἀλμενιχιακοῖς φέρεται,
καὶ θεραπεῖαι παθῶν, καὶ ἀνατολαὶ, καὶ δύσεις, καὶ μελλόντων σημειώσεις.
καὶ ἐπιτολὰς ἑλιττομένους, ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις, ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν, ἢ d τό γε νυκτερινὸν ἡμισφαίριον, ἢ τὸ ἡμερινὸν, ἢ τόν 57 γε ποταμόν· καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας.
ὧν οἶ πλείους καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως, οὐκ οἶδ’ ὅπως δεσμοῖς ἀλύτοις ἀνάγκῃ, ἣν εἱμαρμένην λέγουσι, πάντα καταδήσαντες, καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς. οὕτω λυτῆρας τῆς εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις
καὶ τοῖς ἄλλοις θεραπεύουσι.”
93 καὶ τῶν ὀνομαζομένων πλανητῶν ἐθεολόγει, δημιουργόν τε τῶν ὅλων εἰσῆγεν οὐτιναοῦν ἀσώματον, οὐδὲ λόγον δημιουργικὸν , οὐδὲ μὴν θεὸν, οὐδὲ θεοὺς, οὐδέ τινας νοερὰς καὶ ἀφανεῖς δυνάμεις , μόνον δὲ τὸν ὁρώμενον ἥλιον · διὸ καὶ μόνοις τοῖς ἄστροις τὴν τῶν ὅλων ἀνετίθεσαν αἰτίαν, τὰ πάντα εἱμαρμένης
ἐξάπτοντες καὶ τῆς τῶν ἄστρων κινήσεως τε καὶ φορᾶς, ὥσπερ ἀμέλει εἰσέτι καὶ νῦν ἥδε παρ’ αὐτοῖς κεκράτηκεν ἡ δόξα.
στοιχεῖα καὶ πάντα τὰ ὁρατὰ σώματα τῷ ἰδίῳ λόγῳ ἄψυχα καὶ ἄλογα ῥευστά τε τῇ φύσει καὶ φθαρτὰ συνέστηκε, θέα εἰς οἶα πάλιν αὐτῶν καταπέπτωκεν ἡ θεολογία, τὴν ἄψυχον οὐσίαν καὶ τὰ νεκρὰ καὶ ἄλογα σώματα θειάζουσα, μάλιστα ὅτε εἰς ἀσωμάτους
καὶ νοερὰς οὐσίας οὐδὲν αὐτοῖς ἀνεφέρετο, οὐδὲ ἐπὶ νοῦν καὶ λόγον δημιουργικὸν τῶν ὅλων.
φυσιολογεῖν, ἀπελέγχεσθαί τε αὐτοὺς οὐδὲν πλέον τῆς ἀψύχου ὕλης θεοποιοῦντας. ταῦτα γὰρ ἦν τὰ σεμνὰ Αἰγυπτίων κατὰ τὴν τοῦ δεδηλωμένου συγγραφέως γραφὴν, ὅστις πάλιν ἐν οἷς ἐπέγραψε Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς τοιαῦτα περὶ τῶν αὐτῶν
διέξεισιν
ἡ αὐτὴ διὰ πάντων διῆλθε τῶν ζῴων. διὸ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον, καὶ ὁμοίως που ἀνέ- μιξαν θηρία καὶ ἀνθρώπους , καὶ πάλιν ὀρνέων σὠ- μάτα καὶ ἀνθρώπων.
δι’ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα 94 ἀλλήλοις κοινωνεῖ, καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστι τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως.
ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο δὲ Κυνοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν.
σωτηρίας ἡμῶν, καὶ ταῦτα δεικνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος b ἥ τε θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ, καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν
Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν.
τῶν βωμῶν τὰ ἱερὰ ἐκκάεται·
τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων , ὡς ἡλίῳ ἱέρακα, σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύ- μάτος , οἰκτείροντα δὲ καὶ ἄνθρωπον, καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ, γῆν τε ἐπαμώμενον.
ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν d ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάνθαρος γὰρ πᾶς ἄρρην, καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλματι καὶ ποιήσας σφαιροειδῆ , τοῖς ὀπισθίοις ἀνταναφέρει ποσὶν, ὡς ἥλιος οὐρανὸν καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.