θεολογίας θεῖον μὲν οὐδὲν, οὐδέ τι μέγα καὶ θεοπρεπὲς καὶ τῆς ἀνατάσεως ἄξιον ἐπήγετο.
τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν, τὸν δὲ Διόνυσον εἰς τὴν μέθην μετενηνεγμένον , εἰς νύκτα δὲ τὴν Λητὼ, καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα, καὶ αὐτὸν δὲ τὸν Δία εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν.
διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους νοερὰς καὶ θείας δυνάμεις οὐδ’ ἐπὶ λογικὰς καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας, κάτω δὲ πάλιν καὶ αὐτὴ εἰς μέθας καὶ γάμους καὶ ἀνθρώπεια πάθη, εἴς τε πῦρ καὶ γῆν καὶ ἥλιον καὶ τὰ λοιπὰ τῆς ὕλης στοιχεῖα κατέστρεφε τὰ μέρη τοῦ κόσμου, καὶ πλέον θεοποιοῦσα οὐδέν.
c πλέον τῶν ὁρωμένων τοῦ κόσμου μερῶν τοὺς πρώτους τῶν περὶ τὴν ‘Eλλάδα ἀνθρώπων ἐγνωκέναι, μόνους δὲ θεοὺς εἶναι τοὺς ἐν οὐρανῷ φωστῆρας καὶ τὰ λοιπὰ τῶν φαινομένων νομίσαι.
54
d καὶ τὰ τούτων παλαίτατα · ἦν δὲ τὰ Αἰγυπτία. τὴν ᾿Ισίν φασι καὶ Ὄσιριν τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι, καὶ Δία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, τὴν δὲ γῆν Δήμητρα ἐπονομάσαι, ὠκεανόν τε τὸ ὑγρὸν νομίζεσθαι παρ’ Αἰγυπτίοις
καὶ τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν θεῶν ἀναθεῖναι γενέσεις· τὸν δὲ ἀέρα φασὶν αὐτοὺς προσαγορεύειν Ἀθηνᾶν.
ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ τούτων ὁμωνύμους παρ’ αὐτοῖς Αἰγυπτίοις γεγονέναι 88 θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ Κρόνον καὶ ῾Ρέαν, ἔτι δὲ Δία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθέντας.
γράφει δὲ καὶ τὰ περὶ τούτων πλάτύτερον μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ Διόδωρος ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφῆ ὧδέ πως ἱστορῶν κατὰ λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.