τῶν σιγωμένων σαφέστερα τοῖς πλλοῖς ἔχοντα καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, δῆλόν ἐστιν ἐν τοῖς Ὀρφικοῖς ἐπεσι καὶ τοῖς Αἰγυπτιακοῖς καὶ Φρυγίοις λογοις· μάλιστα δὲ οἱ περὶ τὰς τελετὰς ὀρυασμοὶ καὶ τὰ δρώμενα συμβολικῶς ἐν ταῖς ἱε ρουργίαις
τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν.
ἀκρατοποσία γὰρ, φησὶ, ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς 84 καὶ σώμασιν, ὑφ᾿ ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. πάλιν οἱ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ καθαγίζουσιν, ἀλλὰ κατορύττουσι παρὰ τὸν βωμὸν, ὡς δέον ἄθυμον καὶ
ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν.”
τοῦ Διός κλαπῆναι, καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς ἐπίσκιόν τινα μυχὸν καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν — ἦν δὲ Ἤρας τιθήνη — καὶ βουλομένης ἐρευνᾶν οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν,
οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβον- c τος. ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῇ Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον,
ὥστε καὶ Λητοῖ μυχίᾳ προθύεσθαι· τινὲς δὲ νυχίαν λέγουσι. σημαίνεται δὲ ἐν ἑκατέρῳ τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῷ Διὶ λάθρα συνοῦσαν καὶ λανθάνουσαν οὕτω Λητώ φασιν νυχίαν προσηγορεῦσθαι· φανερῶν δὲ
d τῶν γάμων γενομένων, καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυ- φθείσης, Ἤραν τελείαν καὶ γαμήλιον αὐτὴν προσαγορευθηναι.
συνάγουσιν τὴν Ἥραν. γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ εἴρηται, νὺξ δὲ ἡ Λητὼ, λήθω τις οὔσα τῶν εἰς ὕπνον τρεπομένων , νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ἀποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα,
καὶ τοῦτο ἔστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων, ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος.
Λητοῦς καλοῦμεν , ἀλλὰ καὶ Εἰλήθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τεἭρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. πάλιν, ἐκ μὲν Λητοῦς ὁ ᾿Απόλλων, ἐκ Ἥρας ὁἌρης γέγονε, μία δέ ἐστιν ἀμφοτέρων δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς ἀρήγων
τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν , Ἀπόλλων δὲ ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. διὸ καὶ τῶν ἐμτυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος b Ἀπόλλων κέκληται, ὁ δὲ πυροειδὴς Ἄρης ἐπωνόμασται.
καὶ οὐκ ἀπότροπόν ἐστι τὴν αὐτὴν θεὸν γαμήλιον λέγεσθαι καὶ μητέρα Εἰληθυίας καὶ ἡλίου νομίζεσθαι. γάμου μὲν γὰρ τέλος γένεσίς ἐστι, γένεσις δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. καὶ καλῶς ἔφη ὁ ποιητής
λέγεται γὰρ ὁ Ζεὺς, τῆς Ἥρας αὐτῷ διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βουλομένης, ἀλλὰ κρυπτούσης ἑαυτὴν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῷ αὐτόχθονι συντυχεῖν, καὶ διδαχθῆ- 53 d ναι ὑπὸ τούτου ὡς ἐξαπατητέον τὴν Ἥραν, σκηψάμενον
γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως 86 ἀναμέλπεσθαι μὲν τὸν ὑμέναιον, λουτρὰ δὲ κομίζειν
τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιωτίαν παρασχεῖν· περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος, τῶν Πλαταιίδων αὐτῇ γυναικῶν ἑπομένων, b ὑπ᾿ ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν
Δία, καὶ τοῦ πλάσματος φανεροῦ γενομένου διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι, κατακαῦσαι δὲ ὅμως αὐτὸ, καίπερ ἄψυχον ὂν, ὑπὸ ζηλοτυπίας.”
δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. ἂν μὲν οὖν ὁ Ζεὺς, τουτ- έστιν ἡ θερμὴ καὶ πυρώδης δύναμις, αἰτίαν παράσχῃ τῆς διαφθορᾶς , αὐχμὸς τὴν γῆν καταλαμβάνει, ἐὰν δὲ περὶ τὴν Ἥραν, τουτέστι τὴν ὑγρὰν καὶ πνευματικὴν φύσιν, ὕβρις τις ἢ πλεονασμὸς γένηται, ῥεῦμα
ἦλθε πολὺ καὶ συνώμβρισε καὶ κατέκλυσε τὰ πάντα. τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς d τότε χρόνους, καὶ μάλιστα τῆς Βοιωτίας βυθισθείσης, ὡς πρῶτον ἀνέδυ τὸ πεδίον καὶ ἡ πλήμμυρα ἐλώφησεν, ὁ μὲν ἐξ εὐδίας κόσμος τοῦ περιέχοντος ὁμόνοια
καὶ διαλλαγὴ τῶν θεῶν ἐλέχθη, πρῶτον δὲ ἀνέσχεν ἐκ τόν φυτῶν τῆς γῆς ἡ δρῦς, καὶ ταύτην ἠγάπησαν οἶ ἄνθρωποι, τροφῆς βίου καὶ σωτηρίας διαμονὴν παρασχοῦσαν, οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσι τῆς
φθορᾶς
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.