ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ τούτων ὁμωνύμους παρ’ αὐτοῖς Αἰγυπτίοις γεγονέναι 88 θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ Κρόνον καὶ ῾Ρέαν, ἔτι δὲ Δία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθέντας.
γράφει δὲ καὶ τὰ περὶ τούτων πλάτύτερον μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ Διόδωρος ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφῆ ὧδέ πως ἱστορῶν κατὰ λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.