d καὶ τὰ τούτων παλαίτατα · ἦν δὲ τὰ Αἰγυπτία. τὴν ᾿Ισίν φασι καὶ Ὄσιριν τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι, καὶ Δία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, τὴν δὲ γῆν Δήμητρα ἐπονομάσαι, ὠκεανόν τε τὸ ὑγρὸν νομίζεσθαι παρ’ Αἰγυπτίοις
καὶ τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν θεῶν ἀναθεῖναι γενέσεις· τὸν δὲ ἀέρα φασὶν αὐτοὺς προσαγορεύειν Ἀθηνᾶν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.