τοῦ παντοκράτορος θεοῦ χάριτι καὶ εὐεργεσίᾳ, δεύτερον δὲ ἀπορρήτῳ δυνάμει τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, καὶ τρίτον σώφρονι λογισμῷ κρίναντες ἀνόσιον εἶναι καὶ δυσσεβὲς τῇ τοῦ θεοῦ σεβασμίᾳ προσηγορίᾳ τιμᾶν τοὺς πάλαι ἐν νεκροῖς κειμένους θνητοὺς ἄνδρας, καὶ οὐδὲ σωφρόνων
ἀνδρῶν μνήμην ἀπολελοιπότας, ἐσχάτης δὲ ἀκρασίας b καὶ ἀκολασίας ὠμότητός τε καὶ φρενοβλαβείας δείγματα τοῖς μετ’ αὐτοὺς φυλάττειν παραδεδωκό
παραχωρεῖν , καὶ τοὺς συνετοὺς καὶ ἔμφρονας τοῖς τὰς φρένας ἀπολωλεκόσι τὴν σεβασμίαν παρέχειν τιμὴν, τούς τε δικαιοσύνης καὶ φιλανθρωπίας ἀσκητὰς τοῖς δι’ ὑπερβολὴν ὠμότητος καὶ ἀπανθρωπίας τεκνοκτονίας καὶ πατροκτονίας μιάσμασιν ἐνισχημένοις
;
ἐπὶ τῶν ἐν ἀνθρώποις κακουργῶν , εἰ κατελεγχθείη, ταῖς ἀπὸ τῶν νόμων ἀπαραιτήτοις ὑποπέσοιεν ἂν τιμωρίαις ;
θεῶν ἀποστασίας , τὸ εὔλογον εἰς φῶς ἀγαγόντας, ὁπότε καὶ αὐτῶν ἤδη τῶν σφόδρα δεισιδαιμόνων οἶ πλείους, ὥσπερ ἐκ βαθέος κάρου διανήψαντες, καὶ τῆς παλαιάς ἀχλύος τὸ τῆς ψυχῆς ὄμμα διοίξαντες , τὸν βαθὺν λῆρον συνεῖδον τῆς πατρικῆς
πλάνης , καὶ στάντες ἐπὶ λογισμοῦ τὴν ἑτέραν ὁδὸν εἵλοντο, τῆς παλαιᾶς ἀναχωρήσαντες ;
θεῶν ἱστορίας ἀληθεῖς μύθους εἶναι πεπλασμένους ὑπὸ ποιητῶν ἐπεφήμισαν , φυσικὰς ἐν αὐτοῖς ἀποκρύπτοντες θεωρίας.
καὶ παρὰ τούτοις σεμνῶν, ὡς ἂν καὶ τῆς τούτων ἀναχωρήσεως οὐκ ἄλλως ἡμῖν προξενηθείσης ἢ εἰ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸ εὔλογον b παρασταίη. φέρε οὑν καὶ τούτων τὸν λόγον ἄνωθεν ἀναλαβόντες ἐπισκεψώμεθα.
44
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.