1 χαλκεῖον, γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυὶ· μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε.
τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικά. καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μὲν ὅμως δ’ οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις.
τὸν Ἀμφιάρεω , τὸν Ἀπόλλω , τὸν Ἀμφίλοχον·
ἐγγαστριμύθους · ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδεδόσθων · μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια.
μέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπ’ ἀνθρώπων διδασκόμενοι. "
τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς, καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεοὺς, ὣν αἱ τελεταὶ μυστικαὶ, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς ἀληθείας ἐγκυκλήσω θεαταῖς.
τὰς κρεανομίας τῶν φόνων, ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὐαν Εὖαν ἐκείνην, δι’ ἣν ἡ πλάνη παρηκολούθησε καὶ ὁ θάνατος ἐπηκολούθησε] · καὶ σημεῖον ὀργίων Βακχικῶν ὄφις ἐστὶ τετελεσμένος.
πένθος αὐταῖν Ἐλευσίς δᾳδουχεῖ.”
Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι τὰ μυστήρια ἐπιτυμβίῳ [φωνῇ καὶ] τιμῇ.
γὰρ, εἰ καὶ ἄλλοι τινὲς, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς 63 ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας.
εἴτε Ἠετίων ὁ τὰ Σαμοθρᾳκῶν ὄργια καὶ τελετὰς ὑποστησάμενος, εἴτε ὁ Φρὺξ ἐκεῖνος ὁ Μίδας, ὁ παρὰ τοῦ Ὀδρύσου μαθὼν, ἔπειτα διαδοὺς τοῖς ὑποτεταγμένοις ἔντεχνον ἀπάτην.
τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρ- b νην πολίτιδα.
ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαι- μονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια.’’
μεμύησθε , μᾶλλον ἐπιγελάσεσθε τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμωμένοις. ἀγορεύσω δὲ ἀναφανδὸν τὰ c κεκρυμμένα, οὐκ αἰδούμενος λέγειν ἃ προσκυνεῖν οὐκ αἰσχύνεσθε.
μήδεα, ὅτι μηδέων ἐξεφαάνθη , μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων , ὡς ἀσελγῶν ὑμῖν μο— ῥίων ἄξιος Ἀφροδίτη γίνεται καρπὸς, ἐν ταῖς τελε- ταῖς ταύτης τῆς πελαγίας ἡδονῆς , τεκμήριον τῆς γο-
νῆς , ἁλῶν χόνδρος , καὶ φαλλὸς τοῖς μυουμένοις τὴν d τέχνην τὴν μοιχικὴν ἐπιδέδοται· νόμισμα δὲ εἰσφέ- ρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί.
ὅ τι φῶ λοιπὸν , μητρὸς ἢ γυναικὸς , τῆς Δῃοῦς ’ ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι Δῖός καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουρ- γίαι·
σπάσας ὁ Ζεὺς τοὐ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δῃοῦς, τιμωρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων , ὡς ἑαυτὸν δῆθεν ἐκτεμών.
λωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους. ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφό- ρησα, ὑπὸ τὸν παστὸν ὑπέδυν. ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; οὐ χλεύη τὰ μυστήρια; "
ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν Δῃῶ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, καὶ μίγνυται δράκων γενόμενος, 41 ὃς ἦν ἐλεγχθείς.
τῶν τελουμένων , ἔλεγχος ἀκρασίας Δῖός. κύει καὶ ἡ Φερρέφαττα παῖδα ταυρόμορφον.
βουκολικὸν , οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ κάλων ἀναστρέφουσιν οἱ Βάκχοι.
Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι’ ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίξοντες χοίρους ἐκβάλλουσι;
ἐκτραγῳδοῦσαι ἁρπαγήν. τὰ γὰρ Διονύσου μυστήρια τέλεον ἀπάνθρωπα, ὂν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν οὗτοι δὴ οἷ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον
ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος,
σφαῖρα , στρόβιλος , μῆλα , ῥόμβος , ἔσοπτρον, πόκος.
τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη , καθήψουν πρότερον, ἔπειτα ὀβελίσκοις
ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοὶ — b κεραυνῷ τοὺς Τιτάνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται καταθάψαι. ὁ δὲ, οὐδὲ γὰρ ἠπείθησε Διὶ, εἰς τὸν Παρνασὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν.
ταῦτ’ ἔστι τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ τάφοι · οἶ δ’ ἱερεῖς οἶ τῶνδε, οὓς ἀνακτοτελέστας οἷς μέλον καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ, ὁλόριξον ἀπαγορεύοντες σέλινον ἐπὶ τραπέζης τιθέναι · οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος
τοῦ Κορυβαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι · ὥσπερ ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τοὺς τῆς ῥοιᾶς κόκκους παραφυλάττουσιν ἐσθίειν · τοὺς γὰρ ἀποπεπτω- κότας χαμαὶ ἐκ τῶν τοῦ Διονύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσι τἀς ῥοιάς.
ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου · κἀνταῦθα διετριβέτην φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν , αἰδοῖα καὶ κίστην θρησκεύειν παραθεμένω Τυρρηνοῖς· δι’ ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσον προσαγορεύεσθαί
τινες Ἄττιν θέλουσιν, αἰδοίων ἐστερημένον. "
γὰρ ἡ Δῃῶ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνα — τῆς Ἀττικῆς ἐστι τοῦτο τὸ χωρίον — ἀποκάμνει, καὶ φρέατι ἐπικαθίζει λυπουμένη. τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι καὶ νῦν, ἔνα μὴ δοκοῖεν οἶ τετελεσμένοι μιμεῖσθαι
τὴν ὀδυρομένην.
καὶ τὸ κηρύκων τὸ ἱεροφαντικὸν δὴ τοῦτο Ἀθήνησι γένος ἤνθησε.
ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ, ἡ δὲ τέρπεται τῇ ὄψει ἡ Δῃῶ, καὶ μόλις ποτὲ δέχεται c τὸ ποτὸν, ἡσθεῖσα τῷ θεάματι. "
δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν·
κίστην.’ καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα.
κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστι θρησκευομένη τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προτρεπομένων.
σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα, χόνδροι τε ἁλῶν, καὶ δράκων ὄργιον Διονύσου Βασσάρου ; οὐχὶ δὲ ῥοιαὶ, πρὸς τοῖσδε b καὶ καρδίαι, νάρθηκές τε καὶ κιττοὶ, πρὸς δὲ καὶ φθόις καὶ μήκωνες; ταῦτ’ ἔστιν αὐτῶν τὰ ἅγια.
ἐμφανοῦς ἀναισχυντίας · πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη, νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχούμενον.
c , δᾳδοῦχε , τὰς λαμπάδας · ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετιμήσθω τὰ ὄργια. τὸ πῦρ οὐχ ὑποκρίνεται · ἐλέγχειν καὶ κολάζειν κελεύεται.’
εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι , παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον 43 καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς d ἀληθῶς ὑπὸ αἰσχύνης ἀναισχύντως σέβουσι , διττῇ ἐνισχημένοι τῇ ἀθεότητι · προτέρᾳ μὲν, καθ’ ἣν ἀγνοοῦσι
τὸν θεὸν, τὸν ὄντως ὄντα μὴ γνωρίζοντες θεὸν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ δὴ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες , καὶ θεοὺς τούτους ὀνομάξοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας."
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.