εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας, γήμαντα δὲ Ἁρμονίαν τὴν Ἀφροδίτης γεννῆσαι ἐξ αὐτῆς Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς.
δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν, οὐκ ἐνεγκοῦσαν τὴν Σεμέλην ἐγκύμονα οὖσαν ἐκτρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι. 53
1 κείμενον μεταξὺ Φοινίκης τε καὶ Νείλου. οὕτω δὲ τραφέντα τὸν Διόνυσον ὑπὸ τῶν νυμφῶν εὑρετὴν τοῦ οἴνου γενέσθαι, καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους.
τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ καλούμενον ξύθον · περιφέρειν δὲ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, καὶ τοὺς ἀδίκους καὶ ἀσεβεῖς b τῶν ἀνθρώπων κολάζειν. στρατεῦσαι δὲ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ.
τριετηρικὰς θυσίας Διονύσῳ, καὶ τὸν θεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ τοῖς ἀνθρώποις ἐπιφανείας, σέβειν τε αὐτὸν πάντας ἀνθρώπους διὰ τὴν τοῦ οἴνου δόσιν , ὥσπερ καὶ τὴν Δήμητρα διὰ τὴν τῆς τοῦ σίτου τροφῆς εὕρεσιν."
τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν.
γεγονέναι φασὶ, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγειν καθωπλισμένας λόγχαις συναποδημεῖν
τὸν θεόν. παιδαγωγόν τε αὐτοῦ Σειληνὸν μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας ἀναδε- δέσθαι τὴν κεφαλὴν μίτρᾳ.
ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας, ὅθεν καὶ ἀντὶ ξύλων νάρθηξι χρῆσθαι καταδεῖξαι.
γενομένου βρόμου.
γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν ἀνθρώπων , καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν τῆς ἀθανάτου τιμῆς· ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναξητοῦσαν, τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν,
καταδεῖξαι τιμᾶν ὡς θεὸν, καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον.
θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον , ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς προσηγορίας.
τε γεννώμενα σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ δ’ ἀγαθῶν γίνεσθαι. "
προσηγορίας ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους , τοῦτο δέ ἐστι διδάσκειν τὰ καλά. "
τούτου γενέσθαι τὴν Ἀλκμήνην , ᾗ μιγέντα τὸν Δία γεννῆσαι τὸν Ἡρακλέα. μισγόμενον δὲ αὐτῇ τὸν Δία τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην δὲ ταύτην τοῦ Δῖός τὴν ὁμιλίαν οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα γενέσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ
τὸ πλεῖστον τῆς παιδοποιίας χάριν.
τοῦ Περσειδῶν γένους.
ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα αὐτὸ τὴν μητέρα τρέφειν παρεκελεύ- b σατο.’’
προστάττει ἄθλους ἐκτελέσαι δώδεκα.
c ἐπεβάλλετο κτείνειν, τοῦ δὲ φεύγοντος, τοὺς ἰδίους παῖδας ἐκ Μεγάρας τῆς Κρέοντος τοῦ βασιλέως θυγατρὸς γενομένους αὐτῷ κατετόξευσεν ὡς πολεμίους.
δὲ καὶ τοὺς Κενταύρους , μεθ’ ὧν καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικὴ βοώμενον. "
τῇ τοὐ Ἡρακλέους μητρί. ταύτην δὲ ἀπὸ Νιόβης d ἑκκαιδεκάτην γενεαλογοῦσιν. ἐν ταύτῃ δὲ τὴν πρὸς τὰς θνητὰς ὁμιλίαν κατέλυσεν. "
τῷ ἀδελφιδῷ διὰ τὴν περὶ τὰ τέκνα συμφοράν· αὐτὸς δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει ἀπολυθήσεσθαι τῆς νόσου, εἰ πρότερον πραθεὶς δουλεύσειεν.
τινος τῶν φίλων πιπράσκεται, καὶ δοῦλος γίνεται Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νυνὶ δὲ Λυδῶν ὀνομαζομένων. γίνεται δὲ αὐτῷ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόλαος. γήμας 56 δὲ τὴν Ὀμφάλην ποιεῖται καὶ ἐξ αὐτῆς παῖδα.
παρ’ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρα μιγεὶς, καὶ ποιήσας αὐτὴν ἔγκυον, ἐπανῆλθε. "
ἐπεμίγη αὐυῇ καὶ ἐτέκνωσε Τληπόλεμον. δειπνῶν δὲ παρ’ Οἰνεῖ τὸν διακονοῦντα περί τι διαμαρτήσαντα 36 κονδύλῳ πατάξας ἀπέκτεινεν.
οὗτος δὲ πρῶτον διαβιβάσας τὴν Δηιάνειραν, καὶ διὰ τὸ κάλλος αὐτῆς ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον , ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος , καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς
εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι.
χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. τοῦτο δὲ ποιήσασα Δηιάνειρα κατεῖχε παρ’ ἑαυτῇ τὸ φάρμακον. "
τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ Κτήσιππον υἱὸν ἐγέννησε .’
τὰς πάσας, καὶ γίνεται πατὴρ τῶν καλουμένων Θεσπιάδων."
πρὸς τὰς θυσίας· ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ τοῦ Κενταύρου δεδομένῳ φίλτρῳ ἀποστέλλει.
τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμηναμένου, περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν, 57 αὐτὸς δὲ κατὰ χρησμὸν πυρὶ ἑαυτὸν παραδοὺς, οὕτως κατέλυσε τὸν βίον. καὶ τὰ μὲν καθ’ Ἡρακλέα τοιαῦτα. "
βαλόντα αὐτὸν διαφθεῖραι, τὸν δὲ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τοῦ παιδὸς παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας· b ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία προστάξαι τῷ Ἀπόλλωνι παρ’ Ἀδμήτῳ, καὶ
2 ταύτην τὴν τιμωρίαν λαβεῖν παρ’ αὐτοῦ τῶν ἐγκλη μάτων.”
θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετειληθέναι φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ τῆς αὐτοῦ ἱστορίας τάδε
ὧν πλειόνων γυναικων πέντε προς τοῖς τεσσαρακοντα, ὡω ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικός, ἥν σώφρονα γενομένην καὶ πολλῶν ἀγαθῶν αἰτίαν ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν, Γῆν μετονομασθεῖσαν.
Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. τὴν δὲ Βασίλειαν ἐκθρέψασαν τοὺς ἀδελφοὺς μητρὸς εὔνοιαν παρεχομένην μητέρα προσαγορευθῆναι.
νομάσαι Ἥλιον καὶ Σελήνην.
κατ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνον δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ ὅλως ἀφανῆ κὶ αὐτὴν γενέσθαι.
δὲ μηέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύ 3 σασθαι, καὶ ταῖς διὰ τυμπάνων καὶ κυμβάλων ἐνεργείαις τιμῆσαι.”
δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα πρῶτον αὐλοὺς συστήσασθαι, διατελέσαι δὲ μέχρι τελευτῆς ἀπείρατον ἀφροδισίων.
καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην b ἐπὶ τὴν χώραν ἐκπηδῆσαι, ἐκεῖσέ τε ὀλολύζουσαν καὶ τυμπανίζουσαν διατελεῖν.
c θάνατον, βωμούς τε ἱδρυσαμένους θυσίαις Ἄττιν τε καὶ τὴν Κυβέλην τιμᾶν.
παῖδας διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲτὸν Ἄτλαντα λαβεῖν τοὺς παρὰ τὸν Ὠκεανὸν τόπους γενόμενον ἀστρολόγον ἄριστον· ὑπάρξαι δὲ αὐτῶ καὶ θυγατέρας ἑπτὰ, τὰς καλουμένας Ἀτλαντίδας. ταύ-
d τας δὲ μιγείσας τοῖς εὐφυεστάτοις θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ πλείστου γένους, τεκούσας δ᾿ ἀρε- τὴν θεοὺς καὶ ἥρωας, ὧν τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν τεκνοποιῆσαι τὸν Ἑρμῆν. "
τὸν Δία. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μῖν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πο)ὺ λειπόμενον τοῦ μεταγενεστέρου.
Κουρῆτας. δείκνυσθαι δὲ αὐτοῦ φασιν εἰσέτι νῦν τάφον ἐν Κρήτῃ.
οἱ μέν φασιν ἑκόντος τοῦ πατρὸς παραχωρήσαντος, οἱ δὲ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα.
κύτὸν σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, σπουήν b τε ποιεῖσθαι πᾶσαν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν, ἐεργεσίας δὲ τῶν ἀγαθῶν, ἀνθ’ ὧν μετὰ τὴν ἐξ ἀνθώπων μετάστασιν ὀνομασθῆναι Ζῆνα, διὰ τὸ δοκν 38 τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις.
τουΜεσσηνίου γραφὴς ἐπικυροῖ τὴν αὐτὴν θεολογίας ὧδε κατὰ λέξιν φάσκων
ἄλλους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας· τούτων γὰρ ἕκαστον ἀίδιον ἔχειν τὴν γένεσιν καὶ τὴν διαμονήν· ἑτέρους δὲ λέγουσιν ἐπιγείους γενέσθαι θεοὺς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἀθανάτου τετευχότας τιμῆς τε καὶ δόξης , οἶον ‘Ηρακλέα,
Διόνυσον, Ἀρισταῖον , καὶ τοὺς ἄλλους τοὺς τούτοις ὁμοίους.
ἰδίως ἀναγέγραφεν , τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ παρ’ ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως ἐπιδραμεῖν, στοχαζόμενοι τῆς συμμετρίας. "
Ἀραβίας ποιήσασθαι τὸν πλοῦν δι’ ὠκεανοῦ πλείο ἡμέρας. κα προσενεχθῆναι νήσοις πελαγίαις· μίαν ὑπάρχειν τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾑ τ’ θεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ δφέροντας, καὶ τοὺς θεοὺς τιμῶντας μεγαλοπρεπεσ
4 ταῖς θυσίαις καὶ ἀναθήμασιν ἀξιολόγοις , ἀργυροῖς τε καὶ χρυσοῖς.
τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾑ τοῖς Παγχαίοις γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Δῖός πράξεις κεφαλαιωδῶς
τῶν ἄστρων κινήσεως ἐπιστήμονα · ὃν καὶ πρῶτον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεοὺς, διὸ καὶ Οὐρανὸν προσαγορευθῆναι.
μετὰ Οὐρανὸν , καὶ γήμαντα Ῥέαν γεννῆσαι Δία καὶ Ἥραν καὶ Ποσειδῶνα.
τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης.
ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσιον, ἐξ οὗ τὸ Κάσιον ὄρος· ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι 39 Κίλικα τοπάρχην. καὶ ἄλλα δὲ πλεῖστα ἔθνη ἐπελθόντα παρ’ ἅπασι τιμηθῆναι, καὶ θεὸν ἀναγο- ρευθῆναι.’
τελετὰς καὶ τὰ ἀπόρρητα μυστήρια, σκέψασθαί τε πότερον θείας ὡς ἀληθῶς θεολογίας ἐχούσης τι θεοπρεπὲς δεῖγμα φέρουσιν, ἢ κάτωθέν ποθεν ἀπὸ μακρᾶς καὶ δαιμονικῆς πλάνης ὁρμῶνται, γέλωτος ἢ καὶ μᾶλλον αἰσχύνης, μᾶλλον δὲ καὶ τοῖς ἔτι τυφλώττουσιν
οἴκτου ὄντα ἄξια.
διδασκαλίας τῶν κακῶν λελυτρωμένος. βραχέα δ’ οὖν καὶ τούτων ἐπάκουσον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.