τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας b καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα. —
1 θεοὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητοὺς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. μεθερμηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὐπάρχειν
τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον Κρόνον ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς c δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον , ἔτι δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν.
τῶν κατ’ Αἴγυπτον , ὁμώνυμον ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον.
καὶ τὴν Ἰσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν , οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου.
τὴν δὲ Ἴσιν τὴν Δήμητρα. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ ·
ἱερὸν τῶν γονέων, Δῖός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς·
τὴν γεωργίαν.
Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν b Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον. αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν τοῦ φυτοῦ τῆς δάφνης γενέσθαι.
δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱοὺς, Ἄνουβίν τε καὶ Μακεδόνα, παραλαβεῖν δὲ καὶ τὸν Πᾶνα διαφερόντως ὑπ᾿ Αἰγυπτίων τιμώμενον, οὗ καὶ ἐπώνυμον εἶναι τὴν Πανὸς πόλιν. ὄντι δὲ αὐτῷ περὶ τὴν Ταφόσιριν ἀχθῆναι τὸ τῶν Σατύρων γένος.
c μουσον δὲ ὄντα περιάγειν πλῆθος μουσουργῶν , ἐν 30 οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ τἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας , ὧν ἡγεῖσθαι τὸν Ἀπόλλωνα.
εὐεργεσίας πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν,
d πεῖν βασιλέα τῆς Μακεδονίας, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας.
καταδεῖξαι καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι.
πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων τοῦ Ὀσίριδος ἑκάστῳ μέρει περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ , παραπλήσιον Ὀσίριδι τὸ μέγε- μέγεθός ^ ἐξ ἀρωμάτων καὶ κηροῦ, καὶ παραδοῦναι τοῖς ἱερεῦσι καθ’ ὅλης τῆς Αἰγύπτου τιμὰν. καθιερῶσαι
δὲ καὶ τῶν γινομένων παρ’ αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληθῶσιν.
τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς τὸν σπόρον καὶ τὰς κοινὰς γεωργίας.
φιν.
εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμὰς καταδεῖξαι καὶ τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμοτάτας ποιῆσαι. διὸ καὶ τοὺς Ἓλληνας ἐξ Αἰ- γύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ d τὰς Διονυσιακὰς ἑορτὰς τιμᾶν τοῦτο τὸ μόριον ἐν τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν.
θεὸν ἐκ Σεμέλης καὶ Δῖός σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν, τοῖς τε Καδμείοις φίλον ὄντα καὶ τετιμημένον ὑπ’ αὐτῶν μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν ἐκείνοις χαριξόμενον
, τοὺς δὲ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα ὀναμάξεσθαι, προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ τὰ μυστήρια.
τοιαύτας· Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων 48 γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην · ταύτην δὲ ὑφ’ ὅτου δήποτε φθαρεῖσαν ἔγκυον γενέσθαι, καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος οἷόν περ οἱ κατ’ Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσι ·
31
Κάδμου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ Δῖός Ὄσιριν. b
ἥρωάς τε καὶ θεούς.
γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἀργὸς μεταφέρεσθαι. c μυθολογούντων αὐτὴν εἶναι Ἰὼ, τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν. τὴν αὐτὴν δὲ τοὺς μὲν Ἴσιν, τοὺς δὲ Δήμητρα, τοὺς δὲ Θεσμοφόρον, ἄλλους δὲ Σελήνην, καὶ ἄλλους Ἥραν νομίζειν.
τοὺς μὲν Σάραπιν, τοὺς δὲ Διόνυσον, τοὺς δὲ Πλούτωνα , τοὺς δὲ Ἄμμωνα , τοὺς δὲ Δία , ἑτέρους δὲ Πάνα νομίζειν.
υἱὸν Ὦρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα, καὶ νεκρὸν εὑρεθέντα καθ’ ὕδατος, μὴ μόνον ἀναστῆσαι δοῦσαν τὴν ψυχὴν, ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν.
δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα , τήν τε ἰατρικὴν καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ τῶν χρησμῶν καὶ θεραπειᾶ ν εὐεργετεῖν.
μεγαλόσωμοί τινες γίγαντες ἐπὶ τὸ τερατῶδες κοσμούμενοι πόλεμον ἤγειραν. νομοθετήσαι δὲ τοὺς Αἰγυπτίους γαμεῖν ἀδελφὰς, διὰ τὸ τὴν Ἶσιν τῷ Οσίριδι 49 ἀδελφῷ ὄντι αὐτῆς γαμηθῆναι. ‟
δὲ τῶν ἀφιερωμένων ζῴων κατ’ Αἴγυπτον τοιοῦτός τις παρ’ αὐτοῖς κατέχει λόγος
b σεῖς αὐτῶν τῶν ζῴων, οἷς ἀφωμοιώθησαν.
τῶν ἐχθρῶν νίκαις, ὡς ἂν αἴτια τὰ φῷα γενόμενα, ὧν τὰς εἰκόνας ἔφερον, ἀποθεῶσαι.
σκέπην παρέχειν καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ τυροῦ τροφὴν , τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις καὶ φυλακτικὸν εἶναι· διόπερ τὸν θεὸν τὸν παρ’ αὐτοῖς καλούμενον Ἄνουβιν κυνὸς ἔχειν κεφαλήν· ἐμφαίνοντες ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν
καὶ τὴν Ἰσιν.
τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβειν, ἀναιρεῖν τε τοὺς κροκοδείλους πηλῷ κυλιόμενον καὶ ἐπιπηδῶντα κεχηνόσι τοῖς στόμασι, διαφαγόντα τε αὐτῶν τὰ ἐντὸς τῆς κοιλίας νεκροὺς ἀπεργάζεσθαι.
2 τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δὲ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας, καὶ τὰ μικρὰ τῶν δακετῶν θηρίων, καὶ διὰ τὸ συμβάλλεσθαι ταῖς μαντείαις· τὸν δ’ ἀετὸν διὰ τὸ βασιλικὸν
εἶναι.
ὡς ἂν ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. καθόλου δὲ 50 τὸ αἰδοῖον οὐ τοὺς Αἰγυπτίους μόνον , ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετὰς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως·
Αἴγυπτον τούτῳ τῷ θεῷ μυεῖσθαι. καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρὰ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν b ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας · τὸ
γάρ τοι ζῷον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνου- σίας ὑπάρχειν ἐνεργότατον.
ἀνατιθέναι.
γυναικὶ, λύκῳ τὴν ὄψιν ὁμοιωθέντα.
εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι.
βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα αὐτοῖς τῶν ζῴων παρασχεῖν , ὅπως ἑκάστων τὸ μὲν παρ’ αὐτοῖς τιμώμενον σεβομένων, τοῦ δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένου καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἶ κατ’ Αἴγυπτον. —
δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζῴων , σινδόνι καλύψαντες καὶ μετ’ οἰμωγῆς τὰ στήθη καταπληξάμενοι 51 ἐν ἱεραῖς θήκαις θάπτουσιν. ὃς δ’ ἄν τι τούτων τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ ’ ταῦτα δὲ ἐάν τε ἑκὼν
ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει. —
οἴκῳ , οὐκ ἂν ἔτι χρήσασθαι αὐτοῖς ὑπομείνειαν. b
χόνδρον ἕψοντες ἐν γάλακτι, καὶ πέμματα παντοδαπὰ μέλιτι φύροντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ δὲ ὀπτῶντες.
μεγαλοπρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, ἄγεται δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. καὶ τότε μόνον σἱ γυναῖκες αὐτὸν ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι, καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ
μόρια, τὸν δὲ ἕτερον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ. φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν τελευτὴν μεταστῆναι.”
μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν. ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσαμεν, λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδετέρως εὑράμενοι ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, τῆς τὰς διανοίας τυφλοῖς τὴν
ἀνάβλεψιν εὐαγγελισαμένης.
εἰκότως παρὰ τοῖς πλείστοις τῶν ἐθνῶν ἡ τῆς παλαιᾶς πλάνης δεισιδαιμονία.
τυγχάνει προείρηται μὲν πολλάκις καὶ διὰ τῆς τῶν προτεθέντων συγγραφέων διαγνώσεως,
τῆς περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν οὗ καὶ πρόσθεν ἐμνημόνευσα, κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ πραγματείας ἱστορεῖ, τὴν τῆς ἱστορίας ἀρχὴν ἀπὸ τῶν Κάδμου χρόνων πεποιημένος.
δὲ Κάδμον μετὰ Μωσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν χρονογραφιῶν παριστῶσι διαδοχαὶ, ὡς κατὰ καιρὸν ἐπιδείξομεν. ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι τὸν Μωσέα προτερεῖν, εἰ δὴ πρὸ Κάδμου μὲν οὕτος, οἶ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες
ἡλικίας ἀναφαίνονται. ἄκουε δ’ οὖν τῶν τοῦ συγγραφέως φωνῶν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.