εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι , παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον 43 καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς d ἀληθῶς ὑπὸ αἰσχύνης ἀναισχύντως σέβουσι , διττῇ ἐνισχημένοι τῇ ἀθεότητι · προτέρᾳ μὲν, καθ’ ἣν ἀγνοοῦσι
τὸν θεὸν, τὸν ὄντως ὄντα μὴ γνωρίζοντες θεὸν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ δὴ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες , καὶ θεοὺς τούτους ὀνομάξοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας."
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.