φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάγνωσίν τε καὶ ἐπίκρισιν τοῖς ἐντευξομένοις προτεθείκαμεν , ὡς ἂν αὐτοὶ μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἶ τῶνδε εἰσέτι
νῦν ἄπειροι τίνες ὄντες πάλαι πρότερον, καὶ οἵων ἐκ d πατέρων φύντες, πηλίκοις τε τὸ πρὶν κακοῖς πεπεδημένοι, δυσσεβείας τε ὁπόσῃ καὶ ἀγνωσίας θεοῦ μέθῃ τὰς ψυχὰς κατορωρυγμένοι τῆς τούτων ἁπάντων ἀνανεύσεως καὶ ἐλευθερίας ἠξιώθημεν διὰ μιᾶς
μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν πρυτανευθείσης ἢ δι’ ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ·
ἥλιος, τὰς τοῦ οἰκείου φωτὸς ἐφαπλώσας ἀκτῖνας, ὁμοῦ πᾶν γένος ἀνθρώπων, βαρβάρων τε καὶ Ἑλλήνων, ὥσπερ ἐξ ἀχλύος δεινῆς καὶ ζοφερωτάτης τε καὶ 70 ἀειδοῦς νυκτὸς τῆς δεισιδαίμονος πλάνης ἐπὶ λαμπρὰν καὶ διαυγεστάτην ἡμέραν τῆς ἀληθοῦς εὐδεβείας
τοῦ παμβασιλέως θεοῦ πάντας ἡμὰς μετεστήσταο.
τε καὶ περιέπειν ἐδίδαξαν· τῶν πάλαι ἀνδρῶν δι’ ὑπερβάλλουσαν τοῦ τότε βίου θηριωδίαν θεοῦ b μὲν τοῦ πάντων δημιουργοῦ μηδένα λόγον ποιουμένων, μηδὲ τῆς θείας καὶ ἐπὶ τοῖς πλημμελουμένοις τιμωροῦ δίκης ἐμπαζομένων, εἰς πάσας δὲ ἀνοσιουργίας
καταβαλλόντων.
τῆς γαστρὸς ἀποπληρώσεων πλέον οὐδὲν ἔμελεν, οἷς καὶ πρῶτος ἀθεότητος ὑποικουρεῖ τρόπος· οἱ δ’ εἰς c βραχύ τι φυσικαῖς ἐννοίαις ἀνακινούμενοι θεὸν καὶ θεοῦ δύναμιν σωτήριόν τι καὶ ἀγαθὸν εἶναι χρῆμα διενοήθησαν, εὑρεῖν δὲ τοῦτον ἐθελήσαντες ἄνω μὲν
τὰς ψυχὰς εἰς οὐρανὸν ἔτειναν , αὐτόθι δὲ τῇ διανοίᾳ στάντες. καὶ τῶν κατ’ οὐρανὸν φαινόντων τε καὶ φαινομένων φωστήρων καταπλαγέντες τὰ κάλλη, ταῦτ’ εἶναι θεοὺς ἀπεφήναντο.
καὶ φαρμακέας ἄνδρας, ἔκ τινος τῶν θειοτέρων ἀποπτώσεως τὰς κακοτέχνους γοητείας συνεσκευασμένους, ἢ καὶ τοὺς ἄλλους κοινῆς τινὸς καὶ βιωφελοῦς εὐεργεσίας προάρξαντας , ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν θεοὺς ἐπεφήμισαν.
τῶν θεῶν οἶκοι νεκρῶν εἶναι τάφοι μνημονεύονται, ὡς ὁ Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ ἱστορεῖ, τοῦ λόγου μάρτυρας αὐτοὺς Ἕλληνας ἐπαγόμενος. 45 εἰ δέ σοι φίλον, αὖθις καὶ τούτου τόνδε γρά φοντος ἄκουε ’τον τρόπον
71
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.