ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα· οὓς δὴ — οὐδὲ γὰρ τοῦτο σιωπήσομαι , πρὸς δὲ καὶ αὐτὸ ἐλέγξω — νεὼς μὲν εὐφήμως ὀνομαζομένους , τάφους δὲ γενομένους, τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους. ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε,
λάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι. "
1 ναῶ τῆς Πολιάδος κεκήδευται; Ἴμμαρος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ κεκήδευται τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει; αἶ δὲ Κελεοῦ θυγατέρες ἐν Ἐλευσῖνι τετάφαται;
τὰς ἐξ Ὑπερβορέων γυναῖκας ; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον , ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ.
τὸ μνῆμα οὐκ ἄξιον παρελθεῖν, ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ, ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται· οὐδὲ μὴν τὸν ἐν τῷ Τελμησσῷ τοῦ Ἀπόλλωνος βωμόν· μνῆμα εἶναι καὶ τοῦτον Τελμησσέως τοῦ μάντεως ἱστοροῦσι.
δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ πρώτῳ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι.
χρόνος · ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον νεκροῖς πεπιστευκότες περιέρχεσθε·
οὐκ ἔχουσα · καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσ 2 κυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπἵστατο ὁ συναγρυπνήσας ἐραστής. "
καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, c Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρησκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια, Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν
ἐλεεινὸν ἡ θάλασσα, καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια, Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται, καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα. Πῖσα δ’ ἐστὶν ἐν ὑμῖν τάφος, ὠ Πανέλληνες, d 5 ἡνιόχου Φρυγὸς , καὶ τοῦ Πέλοπος τὰς χοὰς τὰ
Ὀλύμπια ὁ Φειδίου σφετερίζεται Ζεύς. "
τυγχάνειν , τὸ σημαῖνον τὴν τοῦ θεοῦ προσηγορίαν τε καὶ οὐσίαν· πάντες γὰρ ἄνθρωποι κοινοῖς λογισμοῖς προειλήφεσαν , τοῦ τῶν ὅλων δημιουργοῦ τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσικαῖς ἐννοίαις ὐποσπείραντος.
3 κατὰ λόγον ἐκέχρηντο· εἷς μὲν γάρ που τάχα τις καὶ 73 δεύτερος, ἢ καί τινες ἄλλοι κομιδῆ βραχεῖς, ὧν τὴν μνήμην τὰ Ἑβραίων περιέχει λόγια, εἰς οὐδὲν τῶν ὁρωμένων ἐφαρμόσαντες τὴν περὶ θεοῦ ἔννοιαν,
ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος κόσμου δημιουργὸν καὶ τὸν μέγαν τῶν ὅλων ποιητὴν ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι θεὸν, τὸν πάντων σωτῆρα, καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν
οἱ δὲ λοιποὶ παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε b θηρίων ἀγρίων τρόπον τὸ καλὸν καὶ συμφέρον καὶ ἀγαθὸν μέχρι σωμάτων καὶ σαρκὸς ἡδονῆς στῆσαι.
τοῦ σώματος καλῶν καὶ χρησίμων εὑρετὰς, ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους , ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας, τὴν φύσιν θνητοὺς καὶ ἀνθρωπίναις κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χορηγοὺς, σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον
ἔννοιαν φυσικῶς αὐτοῖς ἐνυπάρχουσαν ἐφ’ οὓς c ἐνόμιζον εὐεργέτας μετατεθεικότες.
φημιζομένοις, τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς παρ’ αὐτῶν παρεχομένας ὠφελείας, ἢ καὶ διὰ τὰς τότε πρῶτον συνισταμένας δυναστείας τε καὶ τυραννίδας ἀποθαυμάζειν.
μηδ’ ἐπὶ τοῖς ἁμαρτανομένοις τιμωρίας ἐπῃωρημένης, d μοιχείας καὶ ἀρρένων φθορὰς, ἐκθέσμους τε καὶ παρανόμους γάμους, μιαιφονίας τε καὶ πατροκτονίας, τέκνων τε καὶ ἀδελφῶν σφαγὰς , ναὶ μὴν καὶ πολέμους καὶ στάσεις πεπραγμένας ὄντως τοῖς οἰκείοις προστάταις, οὓς θεοὺς ἡγοῦντό τε καὶ ἀπεκάλουν, ὥσπερ ἐν μέρει κατορθωμάτων καὶ ἀνδραγαθίας ἀπεμνημόνευον, τὴν τούτων μνήμην ὡς σεμνῶν καὶ
ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες.
σεμνοτέρας εὺρεσιλογίας τοῖς μύθοις προσεπινοήσαντες, καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς τῆς δυσσεβείας ἐκφυγόντες μήτ’ αὖ πάλιν τὴν αὐτόθεν προφαινομένην τῶν θεολογουμένων μοχθηρίαν ὑπομείναντες.
πατρικὸν ἁμάρτημα προθυμηθέντες ἐπὶ φυσικὰς διηγήσεις b καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ’ εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα ὡς δὴ μυστικώτερον κομπάσαντες.
οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν , οὐκ αὐτὸ μόνον ἥλιον καὶ σελήνην καὶ ἄστρα, προσέτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, τά τε ἐκ τούτων συγκρίματά τε καὶ ἀποτελέσματα, ναὶ μὴν καὶ τοὺς ὡραίους ἀπὸ τῆς γῆς καρποὺς, καὶ τὰ λοιπὰ τῆς ξηρᾶς
καὶ ὑγρὰς τροφῆς βλαστήματα , ἃ καὶ αὐτὰ, ὡς ἂν τῆς τῶν σωμάτων ζωῆς αἴτια, Δήμητρα καὶ Κόρην 47 c καὶ Διόνυσον καὶ ὅσα ἄλλα τούτοις ἐμφερῆ προσειπόντες τεθειάκασι, βεβιασμένον καὶ οὐκ ἀληθῆ τῶν μύθων τὸν καλλωπισμὸν εἰσηγησάμενοι.
μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ καὶ τὰς τῶν ἀλόγων ζῴων ἐκθεώσεις διετάξαντο διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας, καὶ τοῖς ἀλόγοις θηρίοις τὰς d ἴσας ἀφιέρωσαν θρησκείας, σπονδαῖς καὶ θυσίαις
καὶ μυστικαῖς τελεταῖς, ὕμνοις τε καὶ ᾠδαῖς, ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι καὶ τὰς τούτων τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον ὡς δι’ ὑπερβολὴν ἡδυπαθείας ἀκρατοῦς τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος τά τε ἀκόλαστα ἐν
ἀνθρώποις πάθη ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.
τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. πλὴν 75 ἀλλ’ ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ τὰ σεμνὰ καὶ ἀπόρρητα τῶν γενναίων φιλοσόφων κατασκοπῆσαι, φέρε καὶ ταῦτα ἐπιθεωρήσωμεν, ὡς ἂν μὴ δοκοίημεν ἀγνοεῖν καὶ τὰς θαυμαστὰς αὐτῶν φυσιολογίας.
ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν · οἱ δὲ εὐγνωμονέστερον b τὸ σύμπαν ἀναιροῦσιν, καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγήσεις, ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν· ἔστι δ’ ὅτε φόβῳ τῆς ἀπὸ τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται.
c μύθους. ὁ δ’ οὖν θαυμάσιος αὐτῶν Πλάτων’ , ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν , τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν οἷα τοῖς παλαιοῖς εἴρηται, εἴτε περιέχοιέν τι λεληθὸς ἐν ὑπονοίαις δηλούμενον, εἴτε
ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται , καὶ δεῖν φησι τοῖς περὶ θεῶν μύθοις πιστεύειν, ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον.
καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων, καὶ ἔτι περὶ τοῦ d σύμπαντος κόσμου , καὶ τῶν τούτου μερῶν κεχωρισμένως φυσιολογήσας, ἰδίως πάλιν καὶ ἀφωρισμένως περὶ τῶν πάλαι γενεαλογηθέντων θεῶν ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν τῷ Τιμαίῳ διέξεισιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.