b τρόπον ὁ λεγόμενος οἰκονομικὸς, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς, αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ᾿ ἀποκλείων. καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο, καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι’ αὐτουργίας, οὔ τί που αὐτάρκειαν ἐπαινῶν, οὐδ’ ἄλλως πενίᾳ χρώμενος,
οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν· τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν.
c εἰς τι κοῖλον γραμματεῖον· σημηνάμενος δὲ δακτυ λίῳ τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου ἔσω εἰς τὸν οἶκον μεθιεὶς, ὥσθ’ ὕστερον ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδὶ δυνησόμενος ἀνελὼν τὸν δακτύλιον, αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι,
εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου.
δ’ ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι ἐκ περιόδου ταῦτα ἐποίουν, ἀπέκλειον μὲν, ἐσημαίνοντο δὲ, καὶ τὸν δακτύλιον d πολλά γε αὐτοῦ καταγελάσαντες εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίεσαν.
σκεύη, ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουσε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτο ἐκεῖνο αὑτῷ συμβαίνειν περὶ τὸ ταμιεῖον. ἀρξάμενός τε ἔνθεν ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ, μηδὲν μήτε ὁρᾶν μήτε ἀκούειν ἐναργὲς ἢ ὑγιές· καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα
εἰς τὴν οἰκίαν ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχὴν, καὶ ἔφη “τοῦτο μὲν ἀναμφίλεκτον 429 ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἀπ’ ἐμαυτοῦ μαθὼν, οὐκ ἄλλου πειραθείς.”
τί οὖν ἂν, εἶπεν, ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε ἀκαταληψίαν; ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσὶν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον, αὖθις δ’ ἐλθὼν ἀνοίξας
τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω; οὐ γὰρ τολμήσω εἰπεῖν ἔγωγε ἐλθόντα τινὰ κλέψαι b ταῦτα, ὑπάρχοντος ἔνδον τοῦ δακτυλίου.
ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ κρατῶν, ἀπέρρηξε γέλωτα καὶ μάλα πλατὺν, γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμιείου ἐχρῆτο ἀκαταληψίᾳ,
ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα, καὶ μάτην ἐπεφιλοσοφήκει.
Στωϊκοῖς τὰ σοφίσματα ἤκουσαν, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺ τοῦ τολμήματος ᾔεσαν, καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα, καὶ τοτὲ μὲν ἑτέραν ἀντ’ ἐκείνης ὑπετίθεσαν, τοτὲ δὲ οὐδὲ ἄλλην, διὰ τὸ οἴεσθαι ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι, καὶ οὕτω καὶ ἄλλως.
αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἂν καὶ ἀπεδείκνυε· τῶν δ’ ἡττωμένων τῇ ἀποδείξει καὶ φαμένων εἰ μή τι ἔπεστιν ἡ σφραγὶς αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· καὶ μὴν αὐτός γε ἔφη σημηνάμενος μνημονεύειν, καὶ
ἀπεδείκνυε, καἲ περιῄει τῷ λόγῳ, καὶ ἐδεινολογεῖτο πρὸς αὐτοὺς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν.
μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν 736 τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους.
κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον, καὶ ἦσαν ἀντίτεχνοι κλέπται ἈκαδημαΪκοί· ὁ δὲ Στωϊκοῖς ἐνεκάλει· οἶ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ ὑπὸ ἀκαταληψίας οὐκ ἄνευ τωθασμῶν τινων.
b καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ’ ἔστι συντελῆ.
πάντα ἀνατρέψεσθαι ἑαυτῷ δοκῶν, πεσὼν εἰς τἀμήχανον τοὺς γείτονας ἐκεκράγει καὶ τοὺς θεοὺς, καὶ ἰοὺ ἰοὺ, καὶ φεῦ φεῦ, καὶ νὴ τοὺς θεοὺς καὶ νὴ τὰς θεὰς, ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ καὶ ἀξιοπιστίᾳ.
ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωικεύετο πρὸς τοὺς παῖδας, τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοιεν, οἰκουρὸς ἢν φίλος τοῦ ταμιείου προκαθήμενος. 430 οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν, ὑπιδόμενος οἷ τὸ σοφὸν
αὐτῷ ἔρχεται, ἀπεκαλύψατο. ἄλλως, ἔφη, ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν.”
Κυρηναῖος Ἀρίστιππος. ἐκ πάντων δ’ αὐτοῦ τῶν γνωρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἶ μετὰ τοῦτον.
καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν, καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· μόνῳ δ’ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ
ἀκαταλήπτου, καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν 737 λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ’ οὐ τῆς ἀληθείας στοχαζόμενος· ὅθεν καὶ πολλὴν
παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. γράφει δ’ οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.