πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου.
ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ἠσθῆσθαι, d πεπεῖσθαι δ’ ἀληθῆ εἶναι ἃ λέγει διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων.
ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε τι ζῷον ἢ μὴ ζῷον εἶναι.
ἐπελθεῖν. ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι, τηνικαῦτα ἤδη καὶ οὑ προυδέδεκτο ἑκὼν ἠμέλει καὶ 738 οὐκ ἐμέμνητο.
λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. ἢν γοῦν λῃστὴς καὶ γόης σοφώτερος.
εἷναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου, ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ.
καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίξετο. ἦν δὲ κλέπτων μὲν ἀφανὴς, φαινόμενος δὲ λῃστὴς, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους.
οἶς προσεπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι.
οὐδὲ εἶπεν, οὐδὲ ἐφθέγξατο, οὐδ’ ἤκουσέ τις αὐτοῦ, φασὶν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὔτε νῦν δυνάμενα, καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα
εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην. d
739
ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ.”
μεθ’ ὃν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονευει ταύτα
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.