οὐδ᾿ ἐργάτις χαρίτων, ὑφ᾿ ὧν ὁ Ἀρκεσίλαος τὰ μὲν περικρούων , τὰ δὲ ὑποτέμνων, ἄλλα δ᾿ ὑπο σκελίζων, κατεγλωττίζετο αὐτοὺς καὶ πιθανὸς ἦν. τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν καταπεπληγμένων , δεδειγμένον πως
τοῖς τότε ἀνθρώποις ὑπῆρχε μηδὲν εἷναι μήτ᾿ οὖν d ἔπος, μήτε πάθος, μήτε ἔργον ἔν βραχὺ, μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ᾿ ἂν, εἴ τι μὴ ᾿Αρκεσι- λάω δοκεῖ τῷ Πιταναίῳ· τῷ δ’ ἄρα οὐδὲν ἐδόκει οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον ἢ ῥηματίσκια ταῦτ’ εἶναι καὶ φόβους.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.