αὐτοῦ πρώτου εὑρομένου, καὐτὸ καὶ τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις , τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ᾿ αὐτήν. ὁ δ᾿ ἐν b τῷ ἀσθενεστέρῳ ὢν, ἡσυχίαν ἄγων, οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετο, πολλὰ ἂν εἰπεῖν
ἔχων, ἀλλ᾿ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως, πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει, καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ᾿ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν
Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ᾤετο ἀποτρεψάμενος ἀφ᾿ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. τοῦτο δὲ ᾔδη καὶ Ἀγα- c θοκλέα τὸν Συρακόσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.