οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. ὠνομάζετο οὖν
σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα κατέχαιρε τῷ ὀνείδει, καὶ ἡβρύνετο θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλὸν , μήτε ἀγαθὸν μήτε αὖ κα- d κόν ἐστι τί ᾔδει , ἀλλ᾿ ὁπότερον εἰς τὰς ψυχὰς πέσοι τοῦτο εἰπὼν, αὖθις μεταβαλὼν ἀνέτρεπεν ἂν πλεοναχῶς
ἢ δι᾿ ὅσων κατεσκευάκει.
ἥδιστος , ἐπεί τε προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης.
ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικὰ, διὰ τὸ καλὸς εἶναι , ἔτι ὢν ὡραῖος , τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαικοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς, τρεχούσῃ χρησάμενος αὐτῇ ῥᾳδίᾳ, θερμουργὸς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν
ρου εἰς τὰ πεπανουργημένα πιθάνια ταῦτα τὰ κομψὰ, ὡμιληκὼς δὲ Πύρρωνι· (ὁ δὲ Πυρρῶν ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν γέ ποθεν·) οὗτος μὲν δὴ ἔνθεν b καταρτυθεὶς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύρρωνι, ὡς τῇ πάντων ἀναιρέσει.
καὶ Φιλόμηλος καὶ Τίμων οἶ σκεπτικοὶ σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναι- ροῦντα καὶ αὐτὸν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ πιθανόν.
ὀνόματος· ᾿Ακαδημαϊκὸς δ᾿ οὐκ ἦν , πλὴν τοῦ λέγεσθαι. οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις Διατριβαῖς Ἀρκεσί- 427 λαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ c σοφιστοῦ ἐπεισιόντων τοῖς φιλοσοφοῦσι καὶ οὐδὲν
ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπειπεῖν φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τῆς σηπίας προβαλέσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. τοῦτ᾿ οὖν ἐγὼ οὐ πείθομαι.
καὶ Ζήνων, ὑπὸ τῶν τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν ἐπιλανθάνονται, διαστάντες δέ γε καὶ σφέας αὐτοὺς ἀρτύναντες, d
ἀρχὴ ἦν τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδ᾿ ἔχειν τινὰ ἀφορμὴν, ἣν εἷπον μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταλη- πτικῆς φαντασίας ἀφελόντες.
Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ Κηφισόδωρος, ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἐώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ
καθορᾶν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει c μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα, καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ’ αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐτῶν
ᾗ λέγεται ὑπονοῶν.
ἕνεκά γε τῆς εἰρήνης ταύτης. εἰ δ’ οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, d ὡς ἐξ ὧν αὐτῷ ἀντέγραψεν ἐλέγχεται, ὅτι ἐποίησεν ἐναντία καὐτὸς, μήτε ὃν ᾔδει πλήττων, ὅν τε οὐκ ἐχρῆν ἀτιμότατα καὶ αἴσχιστα περιυβρικὼς, καὶ ταῦτα
πολὺ κάκιον ἢ προσήκει κυνί.
τῶν Ζήνωνι εἰς Πλάτωνα καλῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω. μή ποτε μέντοι ἀγά- 733 γοιμι σχολὴν τοσαύτην, τοότου γοῦν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς.
ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν τοὺς παρ᾿ ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ οὐδὲν ὤκνει.
αὐτοῦ πρώτου εὑρομένου, καὐτὸ καὶ τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις , τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ᾿ αὐτήν. ὁ δ᾿ ἐν b τῷ ἀσθενεστέρῳ ὢν, ἡσυχίαν ἄγων, οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετο, πολλὰ ἂν εἰπεῖν
ἔχων, ἀλλ᾿ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως, πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει, καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ᾿ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν
Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ᾤετο ἀποτρεψάμενος ἀφ᾿ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. τοῦτο δὲ ᾔδη καὶ Ἀγα- c θοκλέα τὸν Συρακόσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους.
οὐδ᾿ ἐργάτις χαρίτων, ὑφ᾿ ὧν ὁ Ἀρκεσίλαος τὰ μὲν περικρούων , τὰ δὲ ὑποτέμνων, ἄλλα δ᾿ ὑπο σκελίζων, κατεγλωττίζετο αὐτοὺς καὶ πιθανὸς ἦν. τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν καταπεπληγμένων , δεδειγμένον πως
τοῖς τότε ἀνθρώποις ὑπῆρχε μηδὲν εἷναι μήτ᾿ οὖν d ἔπος, μήτε πάθος, μήτε ἔργον ἔν βραχὺ, μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ᾿ ἂν, εἴ τι μὴ ᾿Αρκεσι- λάω δοκεῖ τῷ Πιταναίῳ· τῷ δ’ ἄρα οὐδὲν ἐδόκει οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον ἢ ῥηματίσκια ταῦτ’ εἶναι καὶ φόβους.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.