ταυτησὶ τῆς πολυθρυλήτου τε καὶ εἰ δή τινων τοιούτων ἄλλων. ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ παραλύοντες, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ c διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ’ ἐκείνου καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή
τινι αἰτίᾳ ἄλλῃ οὐκ ἀφιλοτίμῳ ἴσως.
αὐτοῖς ὁ Πλάτων’, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου, d ᾧ συνακολουθοῦντες σεφθέντες τε οἱ γνώριμοι ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν.
δ’ οὖν ἐν οὐδενὶ μὲν ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως· ὑπῆρξέ τε ἐκ τοῦ ἐπὶ τοῖς μετέπειτα Ἐπικουρείοις μηδ’ αὐτοῖς εἰπεῖν πω
ἐναντίον οὔτε ἀλλήλοις οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδὲν, ὅτου καὶ μνησθῆναι · ἄξιον· ἀλλ᾿ παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. καὶ διὰ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ, 728 κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα ὑπὸ τῆς ἐν ἀλλήλοις αἰεί ποτε συμφωνίας. ἔοικέ τε
ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἴνα νοῦν, μίαν γνώμην ἐχούσῃ· 425 ἀφ’ ἧς ἦσαν καὶ εἰσὶ καὶ, ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι.
καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτόν ἐμμεμενηκότες ἔτι, οἶ δ’ ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, b οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλληλοις
ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλέον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφηθμοῖς ἐπετίμων θάττον.
πρότερον ταὐτὰ ἔπαθον οἶ ἀπὸ Σωκράτους ἀφελκύσαντες διαφόρους τοὺς λόγους, ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης, καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί c τε καὶ Ἐρετρικοὶ, ἢ εἴ τινες ἄλλοι μετὰ τούτων.
καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς, οἶ διακούσαντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῆ καὶ ἀπὸ τῆς νικώσης αἰεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι.
μηδαμόθεν ἢ ἐκεῖθεν διὰ τὰ αὐτὰ ταῦτα εἰπεῖν τε καὶ γνόντα εἰρηκέναι,) ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο σατο τὰ πράγματα, οὔτε εἰωθότως, οὔτε δὲ εἰς τὸ d φανερόν· διαγαγὼν δὲ ἕκαστα ὅπη ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ’ αὐτὸν στάσεως τε ἅμα καὶ διολκῆς τῶν δογμάτων, οὐ φθόνῳ μὲν, οὐδέ γε δυσνοίᾳ· ἀλλ’ οὐ βούλομαι ἐπὶ
ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα.
ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον· ὡς νῦν μανικώτερον ἢ Πενθεῖ τινι προσῆκε διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλος δ’ ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς.
τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανφρώπου, τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον, b καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη.
καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ c Κράτητι κυνίσαι· νυνὶ δὲ αὐτῷ λελογίσθω ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων.
Κράντορα τὸν Πλατωνικὸν καὶ Διόδωρον, εἶτα Πύρρωνα, ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικὸς, ὑπὸ Διοδώρου δὲ σοφιστὴς, ὑπὸ δὲ Πύρρωνος ἐγένετο d παντοδαπὸς καὶ ἴτης καὶ οὐδέν.
ὑβριστικον,
καὶ ἀντέλεγε, καὶ μετεκυλινδεῖτο κἀκεῖθεν κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος καὶ δύσκριτος καὶ παλίμβολός τε ἅμα καὶ παρακεκινδυνευμένος, οὐδέν τε εἰδὼς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ
σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.