723 πρὸς ἄλληλα γίνεται πάντα ἃ δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες. ἔστι μὲν γὰρ οὐδέποτε οὐδὲν, ἀεὶ δὲ γίνεται. καὶ περὶ τούτου πάντες ἐξαίσιοι σοφοὶ πλὴν Παρμενίδου ξυμφέρεσθον, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς, καὶ τῶν
ποιητῶν οἷ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, εἰπὼν
422 δοκεῖ τοῦτο λέγειν;
ὀλίγοις γέγονε.
1
Ὁμηρείων τε καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς περὶ τὴν Ἔφεσον, ὅσοι προσποιοῦνται ἔμπειροι εἶναι, οὐδὲν μᾶλλον οἷόν τε διαλεχθῆναι ἢ τοῖς οἰστρῶσιν. ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δὲ ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως ἐν
μέρει ἀποκρίνασθαί τε καὶ ἐρέσθαι, ἧττον αὐτοῖς ἔνι d ἢ τὸ μηδέν· μᾶλλον δὲ ὑπερβάλλει τὸ οὐδ’ οὐδὲν πρὸς τὸ μηδὲ σμικρὸν ἐνεῖναι τοῖς ἀνδράσιν ἡσυχίας. ἀλλ’ ἄν τινά τι ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, καὶ ἂν τούτου
ζητῇς λόγον λαβεῖν, τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ, περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν, οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλ’ εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον ἐὰν εἶναι μήτ’ ἐν λόγῳ μήτ’ ἐν ταῖς αὑτῶν ψυχαῖς,
ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι. τούτῳ δὲ πάνυ πολεμοῦσι, καὶ καθ’ ὅσον δύνανται πανταχόθεν 724 ἐκβάλλουσιν.
ἑταῖροί εἰσιν. ἀλλ’, οἶμαι, τὰ τοιαῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι.
ἀναφύονται, ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται πάρα μὲν οὑν τούτων, ὅπερ ῃα ἔρων, οὐκ αν ποτε λάβοις λόγον οὔτε ἑκόντων οὔτε ἀκόντων· αὐτοὺς b δὲ δεῖ παραλαβόντας ὥσπερ πρόβλημα ἐπισκοπεῖσθαι.
τῶν πάντων Ὠκεανός τε καὶ Τηθὺς ῥεῦμα τυγχάνει καὶ οὐδὲν ἕστηκε, παρὰ δὲ τῶν ὑστέρων, ἅτε σοφωτέρων, ἀναφανδὸν ἀποδεικνυμένων, ἵνα καὶ οἱ σκυτοτόμοι αὐτῶν τὴν σοφίαν μάθωσιν ἀκούσαντες καὶ παύσωνται ἠλιθίως οἰόμενοι τὰ μὲν ἑστάναι, τὰ
c δὲ κινεῖσθαι τῶν ὄντων, μαθόντες δὲ ὅτι πάντα κινεῖται τιμῶσιν αὐτούς; ὀλίγου δὲ ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο,
Πᾶσι τούτοις διισχυρίζονται, ὡς ἕν τε πάντα ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν ἑαυτῷ, οὐκ ἔχον χώραν ἐν ᾗ κινεῖται.
ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἰ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπ᾿ ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία.”
φυσικῶν φιλοσόφων τοιάδε φησίν
παρέχεται· δύο δὲ ἕτερος εἰπὼν, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρὸν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι. τὸ δὲ παρ’ ἡμῖν Ἐλεατικὸν ἔθνος ἅπαν, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων, οὕτω διεξέρχεται τοῖς μύθοις.
Ἰάδες δέ τινες καὶ Σικελικαὶ ὕστερον Μοῦσαι ξυνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστερον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἴν ἐστιν, ἔχθρᾳ δὲ b καὶ φιλίᾳ συνέχεται. διαφερόμενον γὰρ ἀεὶ ξυμφέρεται, φασὶν αἶ συντονώτεραι τῶν Μουσῶν· αἱ δὲ
μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν· ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ’ Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω
μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν.”
ἵν᾿ ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅ τι ποτέ ἐστιν.
ἀλλήλους.
εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.
μάλα εὐλαβῶς ἄνωθεν ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπὸ τούτων ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντὶ οὐσίας φε-
726 ρομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ ξυνέστηκεν.
φιλοσόφους διαβέβληκεν ὁ Πλάτων. ὁποίαν δὲ αὐτὸς περὶ τῶν ἐζητημένων ἐπήγετο δόξαν ἐν τοῖς πρὸ τούτου διειλήφαμεν, ὅτε συμφωνεῖν αὐτὸν τοῖς Ἐβραίων δόγμασι καὶ τῇ Μώσεως συντρέχειν περὶ τοῦ ὄντος διδασκαλίᾳ παριστῶμεν.
Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτωνος, τῆς Ποτώνης, εἶτα Ξενοκράτην, ἔπειτα Πολέμωνα τὴν διατρι- βῆν ὑποδέξασθαι.
θαυμαστῶν ἐκείνων διαλόγων ἰσχὺν ἀποσβῆναι, ἅμα τε τῇ τοῦ ἀνδρὸς τελευτῇ καὶ τὴν τῶν δογμάτων 424 c διαδοχὴν συναποτελευτῆσαι· μάχης ἐντεῦθεν καὶ στάσεως ἀπὸ τῶνδε ἀρξαμένης, οὔποτε καὶ εἰς δεῦρο διαλειπούσης , τοὺς τὰ αὐτῷ φίλα ζηλοῦν ἀσπαζομένους
οὐδένας μὲν ὄντας, πλὴν εἰ μὴ εἶς που ἢ δεύτερος ἐν ὅλῳ τῷ βίῳ, ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς τὸν ἀριθμὸν, οὐδ᾿ αὐτοὶ πάμπαν ἀλλότριοι τῆς ἐπιπλάστου σοφιστείας· ἐπεὶ καὶ οἱ πρόσθεν τὸν Πλάτωνα διαδεξάμενοι τοιοίδε τινες διαβέβληνται.
λόγους ἰσοκρατεῖς ἀλλήλοις, καὶ τὰς αἰσθήσεις δὲ ἀπίστους εἶναι καὶ πάντα λόγον. ἐπῄνει γοῦν ῾Ησιόδου τουτὶ τὸ ἀπόφθεγμα
δὲ τὸν Ἀρκεσίλαον τοὺς ἀμφὶ Καρνεάδην καὶ Κλειτόμαχον, τῆς τῶν προτέρων δόξης ἀποτραπέντας, τρίτης Ἀκαδημίας αἰτίους γενέσθαι φασίν. ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν τῶν περὶ τὸν Φίλωνα καὶ Χαρμίδην. τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν 727
τῶν περὶ τὸν Ἀντίοχον.
b
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.