καὶ αὐτῆς, ὡς ἔπος εἰπεῖν, ἀπὸ πρώτης ἀνθρωπογονίας τὴν εὐσέβειαν καὶ ἀληθῆ φιλοσοφίαν ἀνηρευνηκότες, ἀκήρατον καὶ ἐπὶ τοὺς μετέπειτα ταύτην διατετηρήκασι, παῖς παρὰ πατρὸς θησαυρὸν λόγων ἀληθῶν ὑποδεξάμενοί τε καὶ φυλάξαντες, ὡς μήτ’
ἐπιθεῖναι μήτ’ ἀφελεῖν τινὰ τοῖς ἅπαξ κεκριμένοις τολμῆσαι.
421 τοῖς προπάτορσι δοξάντων τῆς δογματικῆς πέρι θεολογίας διανενόηται, πλὴν ὅσον τοῖς ὑπ’ αὐτὸν ἀνθρώποις ἀγωγῆς βίου καταλλήλου τρόπον καί τινος μέσης πολιτείας νομοθεσίαν καταβαλέσθαι,
ἐκλάμψαντες, διάφωνόν τι ῥῆμα πρός τε σφᾶς αὐτοὺς ἢ πρὸς τὰ Μωσεῖ καὶ τοῖς πάλαι θεοφιλέσι d νομισθέντα προέσθαι τῇ φωνῇ τετολμήκασιν.
τε καὶ τὴν βάρβαρον ἐμπλῆσαν, διάφωνόν τι τοῖς πρόσθεν ἐμπεριείληφεν, εἰ μή τις φαίη ὅτι μὴ 721 μόνον τοῖς δόγμασι τῆς θεολογίας, ἀλλὰ καὶ τῷ τρόπῳ τοῦ βίου τὴν αὐτὴν ἀγωγὴν τοῖς πρὸ Μώσεως θεοφιλέσιν Ἑβραίοις παραδίδωσι.
τοιαῦτα, μιᾷ διανοίᾳ μιᾷ τε φωνῇ ὑπὸ τῶν πρώτων καὶ τῶν μέσων καὶ τῶν ὑστάτων μεμαρτυρημένα, τῆς ἀληθοῦς εὐσεβείας ὁμοῦ καὶ φιλοσοφίας τὸ βέβαιον ἁπάσαις ψήφοις ἐπισφραγίζεται, πληροῖ τε τὴν σύμπασαν οἰκουμένην, ὁσημέραι νεάζοντα καὶ ἀνθοῦντα, 722 ὡς ἄρτι πρώτην ἀκμὴν καταβεβλημένα· καὶ
οὔτε νόμων διατάξεις οὔτ’ ἐχθρῶν ἐπιβουλαὶ οὔτι πολεμίων πολλάκις ἀκονηθέντα ξίφη κρείττονα τῆς ὧν μετήλθομεν λόγων ἀρετῆς τὴν δύναμιν ἐπιδέδεικται.
θεασώμεθα, πρώτους ἁπάντων εἰς τὸν ἀγῶνα καθιέντες τοὺς φυσικοὺς ἐπικληθέντας· οἱ δὴ πρόσθεν ἢ b Πλάτωνα διαλάμψαι λεγόμενοι ὅπως πρὸς ἀλλήλους ἐστασίασαν παρ’ αὐτοῦ μαθεῖν ἔστι τοῦ Πλάτωνος· ὃς δὴ τῶν ἀμφὶ Πρωταγόραν Ἡράκλειτόν τε καὶ
τὴν πρὸς Παρμενίδην καὶ τοὺς ἀμφ’ αὐτὸν διαμάχην ἐξελέγχει.
ὡς εἰσὶν οὔθ’ ὡς οὐκ εἰσὶν οὔθ’ ὁποῖοί τινες ἰδέαν.” c ὁ δὲ Δημόκριτος ἀρχὰς τῶν ὅλων ἔφη εἶναι τὸ κενὸν καὶ τὸ πλῆρες· τὸ πλῆρες ὂν λέγων καὶ στερεὸν, τὸ δὲ κενὸν μὴ ὄν. διὸ καί φησι μηδὲν μᾶλλον τὸ ὂν τοῦ μὴ ὄντος εἶναι· ὅτι τε ἐξ ἀιδίου τὰ ὄντα ἐν τῷ
κενῷ συνεχῶς καὶ ὀξέως κινεῖται.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.