ἀπάρξασθαι, καὶ τοὺς πρόσθεν ἢ Πλάτωνα γενέσθαι φυσικοὺς ἐπικληθέντας φιλοσόφους καταμαθεῖν, τίνες ποτὲ γεγόνασι, καὶ ὁποίων ἔτυχεν ἡ κατ’ αὐτοὺς φιλοσοφία προστατῶν τοῦ λόγου, εἶτ’ ἐπὶ τὴν τοῦ Πλάτωνος παρελθεῖν διαδοχὴν, καὶ τίνες
ποτ’ ἦσαν καὶ οἵδε, τάς τε πρὸς ἀλλήλους λογομαχίας αὐτῶν ἐπισκέψασθαι, ἐπιθεωρῆσαι δὲ καὶ τῶν ἄλλων αἱρέσεων τὰς διαστάσεις, τῶν τε δοξῶν τὰς ἀντικαταστάσεις, ἐν αἷς πυκτεύοντας τοὺς γενναίους καὶ φιλοτίμως διαπληκτιζομένους, ὥσπερ ἐπὶ σκηνῆς
b τοῖς θεαταῖς, παραδείξω.
Περίπατον αὐχοῦντες τὰ δοκοῦντα τοῖς τὴν ἐναντίαν πρεσβεύουσι τὸ μηθὲν ὄντα παρίστων.
καὶ πάλην ἀνδρικώτατα συνισταμένους, ὡς διὰ Χειρῶν c ἤδη καὶ γλώττης, ἢ μᾶλλον διὰ καλάμου καὶ μέλανος, τὸν κατὰ ἀλλήλων αὐτοὺς πόλεμον ἐπιτειχίζεσθαι, μονονουχὶ βάλλοντας καὶ βαλλομένους τοῖς διὰ λόγων δόρασί τε καὶ παντευχίαις.
δ’ ἡμῖν τὸ στάδιον ἐν τῷ γυμνικῷ τῷδε ἀγῶνι γυμνοὺς ἀληθείας ἀπάσης πρὸς τοῖς δηλωθεῖσι καὶ τοὺς πᾶσιν ὁμοῦ τοῖς δογματικοῖς φιλοσόφοις ἐξ ἐναντίας ἀραμένους τὰ ὅπλα, τοὺς ἀμφὶ Πύρρωνα λέγω, μηδὲν εἶναι καταληπτὸν ἐν ἀνθρώποις ἀποφηναμένους,
καὶ τούς τε κατ’ Ἀρίστιππον μόνα λέγοντας τὰ πάθη d εἷναι καταληπτὰ, καὶ αὖ πάλιν τοὺς κατὰ Μητρόδωρον καὶ Πρωταγόραν μόναις δεῖν φάσκοντας ταῖς τοῦ σώματος πιστεύειν αἰσθήσεσι.
Παρμενίδην τὴν ἐναντίαν παραταξαμένους καὶ τὰς αἰσθήσεις ἀνελόντας.
κατ’ αὐτῶν ἀντιθήσομεν ἔλεγχον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.