ΠΡΟΟΙΜΙΟΝ.
717 419Ἑβραίων λόγια συμφωνίας, δι᾿ ἥν τὸν ἄνδρα καταπεπλήγμεθα, καὶ αὖ πάλιν τῆς πρὸς αὐτοὺς διαφω- b νίας, δι᾿ ἣν οὐκ ἄν τις αὐτὸν εὖ φρονῶν ἀποδέξαιτο, διελθὼν ἐν τῷ πρὸ τούτου, μέτειμι νῦν ἐπὶ τὰς λοιπὰς αἱρέσεις τῶν παρ᾿ Ἕλλησιν ἐπὶ φιλοσοφίᾳ δια-
βοηθέντων.
τοῖς Ἑβραίων θεολόγοις τε καὶ προφήταις, θεῷ τε
τῷ διὰ τούτων καὶ μελλόντων προρρήσεις καὶ θαυμάτων ἐπιδείξεις πεποιημένῳ, ἀτὰρ δὴ καὶ μαθημάτων εὐσεβῶν δογμάτων τε ἀληθῶν διδασκαλίαν καταβεβλημένῳ, οὐκέτ’ οἶμαί τινα δεῖν εὐλόγως ἐπιμέμψασθαι, εἰ θεὸν πρὸ ἀνθρώπων καὶ ἀλήθειαν
αὐτὴν πρὸ θνητῶν λογισμῶν τε καὶ στοχασμῶν τιμώμεθα.
τῆς πατρῴας καὶ εὐγενοῦς φιλοσοφίας, τῆς Ἑλλήνων λέγω, προκρίνειν αὐτὰ διανενοήμεθα. ἀλλὰ γὰρ ἤδη δι’ ἔργων ἡ ἀπόδειξις ἡμῖν χωρείτω.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.