τεμνόμενοι γνωρίζειν ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ καῖον εἴη πῦρ, ἢ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν. d
ἂν ὅτι μόνον ἴσασι τὸ πάθος· εἰ δ’ αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. τὸ γὰρ “ἐγὼκαίομαι” λόγος ἦν καὶ οὐ πάθος.
τοῦ πάθους πάντως αἰσθάνοιτ’ ἂν καὶ τοῦ πάσχοντος. οὐ γὰρ δὴ ὅτι μὲν εἰ τύχοι, θερμαίνεται γνωριεῖ, πότερον δ’ αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει· καὶ νῦν ἢ πέρυσι, καὶ Ἀθήνησιν ἢ ἐν Αἰγύπτῳ, καὶ ζῶν ἢ τεθνεὼς, ἔτι δὲ ἄνθρωπος ὢν ἢ λίθος.
447 οὐν εἴσεται καὶ ὑφ’ ὅτου πάσχει· καὶ γὰρ ἀλλήλους γνωρίζουσι καὶ ὁδοὺς καὶ πόλεις καὶ τὴν τροφήν· οἴ τ’ αὖ τεχνῖται τὰ ἐργαλεῖα τὰ αὑτῶν οἴδασι, καὶ οἶ ἰατροὶ καὶ ναυτικοὶ σημειοῦνται τὰ μέλλοντα, καὶ 765 τῶν θηρίων οἶ κύνες εὑρίσκουσι τοὺς στίβους.
γε μὴν ὁ πάσχων τι πάντως ἢ ὡς οἰκείου τινὸς ἢ ὡς ἀλλοτρίου πάθους ἀντιλαμβάνεται. πόθεν οὖν ἔξει λέγειν ὅτι τοῦτο μέν ἐστιν ἡδονὴ, τοῦτο δὲ πόνος; ἢ ὅτι γευόμενος ἢ ὁρῶν ἢ ἀκούων πάσχοι τι; καὶ τῇ μὲν γλώσσῃ γευόμενος, τοῖς δ’ ὄμμασιν ὁρῶν, τοῖς
δ’ ὠσὶν ἀκούων; ἢ πῶς ἴσασιν ὅτι τοδὶ μὲν αἱρεῖσθαι χρὴ, τοδὶ δὲ φεύγειν; εἰ δὲ μηδὲν τούτων γνοῖεν, οὐχ ἕξουσιν ὁρμὴν οὐδ’ ὄρεξιν οὕτω δ’ οὐδ’ ἂν ζῷα εἶεν. γελοῖοι γάρ εἰσιν, ὁπότε λέγοιεν ὅτι ταῦτα μὲν b αὐτοῖς συμβέβηκεν, οὐ μὴν ἴσασί γε πῶς καὶ τίνα τρόπον. οὗτοι γὰρ οὐδ’ εἰ ἄνθρωποι πεφύκασιν, οὐδ’
εἰ ζῶσιν, ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ’ εἰ λέγουσί τι καὶ ἀποφαίνονται.
φιλοσοφεῖν, ἆρά γε τὰ τέτταρα πλείονά ἐστιν ἢ τὰ τρία, καὶ τὸ ἕν καὶ τὰ δύο πόσα ἐστίν. οὐδὲ γὰρ ὁπόσους ἔχουσιν ἐπὶ τῶν χειρῶν δακτύλους οὗτοί γε c δύνανται εἰπεῖν, οὐδὲ πότερον ἕκαστος αὐτῶν εἰς ἐστιν ἢ πλείους.
ἂν, οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀρίστιππον. οὐκοῦν οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν, οὐδὲ τίνων ἐπιθυμοῦσιν· οὐδ’ εἰ γελάσαιεν ἢ δακρύσαιεν ἕξουσιν εἰπεῖν ὅτι τόδε μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν. δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς συνίασιν.
οὐδὲν οὖν οἴ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ μυιῶν, καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν καὶ πάρα φύσιν.”
συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας, καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην.
δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν· ὧν τὸ μὲν ὂν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι περὶ φύσεως εἰσβολῇ ἐχρήσατο τοιαύτῃ οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν, οὐδ᾿ αὐτὸ τοῦτο πότερον οἴδαμεν, ἢ οὐκ οἴδαμεν.᾿ ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῷ μετὰ ταῦτα 766 γενομένῳ Πύρρωνι. προβὰς δέ φησιν ὅτι πάντα ἐστὶν, ὃ ἄν τις νοήσαι.
θεῶν εἰσβολῇ τοιᾷδε ἐχρήσατο ‘περὶ μὲν οὖν θεῶν οὐκ οἶδα οὔθ᾿ ὡς εἰσὶν οὔθ᾿ ὁποῖοί τινες ἰδέαν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με ἕκαστον τούτων εἰδέναι.᾿ τοῦτον Ἀθηναῖοι φυγῇ ζημιώσαντες τὰς βίβλους αὐτοῦ δημοσίᾳ ἐν μέσῃ τῇ ἀγορᾷ κατέκαυσαν.
ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰσθήσεσι πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιρρήσεις θεασώμεθα.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.