παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς εἰσαχθεὶς ὑπ᾿ αὐτῆς εἰς λόγους φιλοσοφίας μητροδίδακτος ἐκλήθη· ὃς καὶ σαφῶς ὡρίσατο τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν ἐντάττων τὴν κατὰ κίνησιν. τρεῖς γὰρ ἔφη καταστάσεις b εἶναι περὶ τὴν ἡμετέραν σύγκρασιν· μίαν
μὲν καθ᾿ ἣν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν χειμῶνι· ἑτέραν δὲ καθ᾿ ἣν ἡδόμεθα, τῷ λείῳ κύματι ἀφομοιουμένην· εἶναι γὰρ λείαν κίνησιν τὴν ἡδονὴν, οὐρίῳ παραβαλλομένην ἀνέμῳ · τὴν δὲ τρίτην μέσην εἶναι κατάστασιν, καθ᾿ ἣν οὔτε ἀλγοῦμεν
οὔτε ἡδόμεθα , γαλήνῃ παραπλησίαν οὖσαν. τούτων δ᾿ οὖν καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν ἔχειν, πρὸς οὓς ἀντιλέλεκται ταῦτα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.