τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν, ἀφ᾿ ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν τοῦ τέλους ἔκθεσιν εἴληφεν. ἦν δ᾿ ὁ Ἀρίστιππος ὑγρὸς πάνυ 764 τὸν βίον καὶ φιλήδονος· ἀλλ᾿ οὐδὲν μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο, δυνάμει δὲ τῆς
εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. ἀεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος εἰς ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοὐ λέγειν τέλος εἶναι τὸ ἡδέως ζῆν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.