τινὲς οἶ ἀφέντες τήνδε τὴν φωνὴν, οἷς ἀντείρηκεν Ἀριστοτέλης. ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πυρρῶν ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν, ὁ δὲ μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν·
πρῶτον μὲν 5 ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον d δὲ, τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δὲ, τί περιέσται τοῖς οὕτως ἔχουσι.
μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ’ ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας ὅτι οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν, ἢ οὔτε
ἔστιν οὔτ’ οὐκ ἔστιν.
443 μαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ οὔ; πάντως γὰρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ
b εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. εἰ δ᾿ οὐχ ἀμαρτάνομεν οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἰόμενοι, τί παθόντες ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά.
ὡς οὐκ ἂν διαφέροιεν οὐδ᾿ αὐτοὶ τῶν πολλῶν. τίς οὖν εἴη ἂν αὐτῶν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ᾿ ὑμνεῖ μόνον;
διαφέροι· λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν. τί γὰρ μᾶλλον τοιαῦτά ἐστιν ἢ οὐκ ἔστιν; ἢ, ὡς φησι Τίμων, διὰ τί ναί καὶ διὰ τί οὔ, καὶ αὐτὸ τὸ διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν· ὥστε παυσάσθωσαν ἐνοχλοῦντες.
ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν, καὶ λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαί- d νεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ᾿ αὐτοῖς
κελεύουσιν· εἶτα λέγοντες μηδὲν εἰδέναι πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες.
τὼς ἢ εἶναί τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι.
οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. εἰ δὲ σημαίνοι, 760 πάντως ἢ ἄπειρα λέγοι ἂν ἣ πεπερασμένα· καὶ εἰ μὲν ἄπειρα, οὐδ’ οὕτως ἂν εἴη λόγος πρὸς αὐτὸν, ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων ἢ ἑνὸς ὁτουοῦν ὁ τοῦτο λέγων
ὁρίζει τι καὶ κρίνει. πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; εἰ δὲ φαίη ταὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δὲ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι
πιστεύειν ἑαυτῷ φησι δεῖν.
εἶτα τὴν ἀπόφασιν. εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον.
φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα ; φησὶ c γὰρ ὅτι τὰ ζῷα διαφέρει, καὶ ἡμεῖς αὐτοὶ, καὶ αἶ πόλεις, καὶ οἶ βίοι, καὶ τὰ ἔθη, καὶ οἷ νόμοι· καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἷναι, καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα, καὶ μεγέθη καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους, καὶ ἐγρηγορότας καὶ κοιμωμένους, καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός
τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι.
εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ’ ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι.
ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα· τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. εἰ μὲν οὑν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’ οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχειν αὐτοῖς βουληθείημεν.
761 γεῖται, μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύρρωνι βαδίζοντι Πυθοῖδε παρὰ τὸ ἱερὸν τὸ τοῦ Αμφιαράου, καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. ἆρ’ οὖν οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι, τί, ὦ πονηρὲ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων
καὶ ἃ μὴ οἶσθα διηγούμενος; τί γὰρ μᾶλλον ἐνέτυχες αὐτῷ ἢ οὐκ ἐνέτυχες, καὶ διελέχθης ἢ οὐ διελέχθης;
b ὁδόν; ἡνίκα δὲ ἤρξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀγνοίας αὐτῶν, ἆρά γε φῶμεν αὐτὸν ἀληθῆ λέγειν ἢ μὴ, καὶ τὸν Τίμωνα παθεῖν τι καὶ συγκαταθέσθαι τοῖς λόγοις ἢ μὴ προσέχειν; εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο καὶ τὸν Πύρρωνα διετέλεσε θαυμάζων; εἰ δὲ συγκατλέθετο
τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις, αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων.
δήποτε βούλεται αὐτοῖς. εἰ μὲν γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι ταῦτα γεγράφασι, καὶ διὰ c τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν ὅπως παυσώμεθα φλυαροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμὰς εἰδέναι καὶ ὑπολαβεῖν ὅτι τοιαῦτα εἴη τὰ πράγματα
καθάπερ ἀξιοῖ Πυρρῶν. ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ συμφορώτερα καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι.
καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; εἰ δ’ οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦσιν; ἢ διὰ τί Τίμων φησὶν
ἐκεῖνον ἢ τὸν Μελητίδην, οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν.
ὡς ἀληθῶς οἰόμενος εἶναι κακὸν, ἢ αἰσχρὸν, ἢ δίκαιον, ἢ ἄδικον; οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἂν, ὅτι τοὺς νόμους δεδοίκασι καὶ τὰς τιμωρίας οἶ τοιοῦτοι· πῶς γὰρ οἴ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθάπερ αὐτοί φασιν, ὄντες;
762
μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δεῖ συγκαταθέσθαι καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. τί δὲ μᾶλλον τῇ φύσει καὶ τοῖς ἔθεσι δεῖ κατακολουθεῖν ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηδὲν, μηδὲ ἔχοντάς
τι ὅτῳ κρινοῦμεν;
καὶ ἑαυτόν. εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἶ χρώμενοι τούτῳ. βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτοὺς καὶ μηδὲ τὸ στόμα διαίρειν.
τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρχειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον ἀεί· μόνος γὰρ οὗτος εἴη ἂν ὁ ποιῶν ἀσυγκατα- c θέτους.
γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. τὸ δ’ αἰσθάνεσθαι γνωρίζειν τι ἢν. ὅτι δὲ καὶ πιστεύει τῇ αἰσθήσει πᾶσι φανερόν· ἀκριβέστερον γὰρ θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμὼ καὶ προσῆλθεν ἐγγύτερον καὶ ἐπηλυγάσατο.
τεμνόμενον ἀγνοεῖν. τὰς δὲ δὴ μνήμας καὶ τὰς ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ’ ὑπολήψεως γίγνεσθαι ; περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄνθρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἄν; οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ
ἐπεφύκειμεν ὑπολαμβάνειν. ἀλλ’ ἔγωγε ἐῶ τἄλλα d τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πιστεύωμεν, ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντη τε καὶ πάντως.”
τρόπον τοῦτον φανερόν· ὅτι δὲ καὶ παρὰ φύσιν καὶ παρὰ τοὺς νόμους ὡδὶ κατίδοιμεν ἄν. εἰ γὰρ αὖ τῷ ὄντι τὰ πράγματα τοιαῦτα εἴη, τί λοιπὸν ἀλλ’ ἢ καθάπερ ἐν ὕπνῳ ζῆν ἡμὰς εἰκῆ καὶ ἐμπλήκτως ; ὥστε φλυαροῖεν ἂν οἱ νομοθέται καὶ στρατηγοὶ καὶ οἶ παισεύοντες.
ἀλλ’ ἔμοιγε δοκοῦσιν οἶ μὲν ἄλλοι πάντες ἄνθρωποι ζῆν κατὰ φύσιν, μόνοι μέντοι τετυφῶσθαι, μᾶλλον δὲ μεμηνέναι μανίαν ἐρρωμένην οἶ ταῦτα ληροῦντες.
τοὺς αὐτοὺς γενόμενος χρόνους καὶ ἀναγράψας αὐτῶν τὸν βίον φησὶ τὸν Πύρρωνα διωκόμενον ὑπὸ κυνὸς ἀναφυγεῖν ἐπί τι δένδρον, σκωπτόμενον δ’ ὑπὸ τῶν παρόντων εἰπεῖν ὡς χαλεπὸν εἴη ἄνθρωπον ἐκδῦναι. Φιλίστης δὲ τῆς ἀδελφῆς αὐτοῦ θυούσης,
ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν θυσίαν καὶ μὴ παρασχομένου, τοῦ μέντοι Πύρρωνος πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος ἔλεγεν ὡς οὐ ποιήσαιτο σύμφωνα τοῖς λόγοις οὐδ᾿ ἄξια τῆς ἀπαθείας, εἰπεῖν αὐτὸν, ἐν γοῦν γυναικὶ οὐ δεῖ τὴς ἀπόδειξιν αὐτῆς ποιεῖσθαι. καίτοι δικαίως b ἂν εἶπεν ὁ φίλος ὅτι, ὦ μάταιε, καὶ ἐν γυναικὶ καὶ κυνὶ καὶ πᾶσιν, εἴ τι δή σοι τῶν λόγων τούτων
ἐστὶν ὄφελος.”
ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυχὼν χρηστὸν μὲν οὐδὲν οὔτε εὗρεν οὔτε συνεγράψατο, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους· αὐτὸς δ᾿ ὕστερον τοῦτον τὸν τῦφον περιβαλλόμενος καὶ καλῶν c ἄτυφον ἑαυτὸν οὐδὲν ἐν γραφῇ κατέλιπεν.
446 δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις, ἔπειτα δ᾿ ἐντυχὼν αὐτῷ συνέγραψεν ἀργαλέας παρῳδίας παρῳδίας καὶ βωμολόχους, ἐν αἶς βεβλασφήμηκε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. ιὗτος γὰρ ἦν ὁ τοὺς σίλλους γράψας
καὶ λέγων
d
ταύτην εἰσὶν οὗτοι.
τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν, ἀφ᾿ ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν τοῦ τέλους ἔκθεσιν εἴληφεν. ἦν δ᾿ ὁ Ἀρίστιππος ὑγρὸς πάνυ 764 τὸν βίον καὶ φιλήδονος· ἀλλ᾿ οὐδὲν μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο, δυνάμει δὲ τῆς
εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. ἀεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος εἰς ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοὐ λέγειν τέλος εἶναι τὸ ἡδέως ζῆν.
παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς εἰσαχθεὶς ὑπ᾿ αὐτῆς εἰς λόγους φιλοσοφίας μητροδίδακτος ἐκλήθη· ὃς καὶ σαφῶς ὡρίσατο τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν ἐντάττων τὴν κατὰ κίνησιν. τρεῖς γὰρ ἔφη καταστάσεις b εἶναι περὶ τὴν ἡμετέραν σύγκρασιν· μίαν
μὲν καθ᾿ ἣν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν χειμῶνι· ἑτέραν δὲ καθ᾿ ἣν ἡδόμεθα, τῷ λείῳ κύματι ἀφομοιουμένην· εἶναι γὰρ λείαν κίνησιν τὴν ἡδονὴν, οὐρίῳ παραβαλλομένην ἀνέμῳ · τὴν δὲ τρίτην μέσην εἶναι κατάστασιν, καθ᾿ ἣν οὔτε ἀλγοῦμεν
οὔτε ἡδόμεθα , γαλήνῃ παραπλησίαν οὖσαν. τούτων δ᾿ οὖν καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν ἔχειν, πρὸς οὓς ἀντιλέλεκται ταῦτα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.