τῷ λόγῳ πιστεύειν. τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον, ὕστερον δ᾿ οἱ περὶ Στίλπωνα καὶ τοὺς Με- c γαρικούς. ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἕν εἶναι , καὶ τὸ ἴτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι μηδὲ φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν.
πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες· νυνὶ μέντοι τοσοῦτον λεκτέον εἴποιμεν γὰρ ἂν ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον· οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε δῆλον· οὐ
γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι d καὶ ἡ αἴσθησις.
πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὄν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον· ἡ γὰρ αἴσθησίς ἐστι κίνησις.
μᾶλλον ἢ ταῖς νοσούσαις. εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ᾿ ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν, ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο.
νους γε διότι μάτην ἔχοιεν αὐτὰς , εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ τόξων,
τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις b ἑαυτῶν· οὕτω γὰρ ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ δι- δάσκουσιν ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο.
442 ὄψει τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν αὐτῶν· φησὶ γοῦν, εἰ γάρ ἐστι καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσὸς , καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκὸς, καὶ μέλαν καὶ λευκὸν c καὶ τὰ ἄλλα πάντα, ὅσα φασὶν ἄνθρωποι εἶναι ἀληθῆ,
καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον οἶον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν, μηδὲ γίνεσθαι ἕτερον, ἀλλ᾿ εἶναι ὅμοιον οἷόν περ ἐστὶν ἕκαστον. νῦν δὲ φαμὲν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν
τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι, καὶ τὸ ψυχρὸν θερμὸν, καὶ τὸ σκληρὸν μαλακὸν, καὶ τὸ μαλακὸν σκληρόν.
οὐκ αἰσθόμενος ἔγνως; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ᾿ ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς.
τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παράπαν. ἤδη μέντοι θαρροῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας.”
δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ 758 Ἀναξαγόραν. Ξενοφάνους δὲ ἀκουστὴς γέγονε Παρ- μενίδης· τούτου Μέλισσος, οὗ Ζήνων, οὗ Λεύκιππος, οὗ Δημόκριτος, οὗ Πρωταγόρας καὶ Νεσσᾶς· δὲ Νεσσᾶ Μητρόδωρος, οὗ Διογενὴς, οὗ Ἀνάξαρχος. Ἀναξάρχου δὲ γνώριμος γέγονε Πυρρῶν, ἀφ’ οὗ ἡ
τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τὸ παράπαν μήτ’ ἐν αἰσθήσει μήτ’ ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας δ’ ἐν πᾶσιν, ὅπως ἀπήλεγχον οἶ ἀντιδοξάζοντες μα- θεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος
ὧδέ πη πρὸς λέξιν ἔχοντος
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.