πάντων ἀποφαίνοντα τὸν Ὠκεανὸν ἀρχὴν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄντων· ὧν δ᾿ ἴσμεν ἔοικε μὲν καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ τοῦτο λέγειν, οὐ μὴν ἀλλ᾿ ἄντικρύς γε Πρωταγόρας ὁ Ἀβδηρίτης.
ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δ᾿ οὐκ ὄν- 448 των ὡς οὐκ ἔστιν· ὁποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι· περὶ δὲ τῶν ἄλλων μηδὲν ἡμᾶς δύνασθαι διισχυρίσασθαι.
d τον μὲν, τί δήποτε, τοιούτων γε δὴ τῶν πραγμάτων ὄντων, ἠξίωσαν εἶναι μέτρον τῆς ἀληθείας τὸν ἂνθρωπον, ἀλλ᾿ οὐ σῦν ἢ κυνοκέφαλον ; ἔπειτα δὲ πῶς ἔλεγον εἶναι σοφοὺς ἑαυτοὺς, εἰ δὴ πᾶς τις αὐτὸς ἑαυτῷ μέτρον ἐστὶ τῆς ἀληθείας ; ἢ πῶς ἐλέγχουσι
τοὺς ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές ἐστιν; ἀγνοοῦμέν τέ τινα, καίτοι πολλάκις αἰσθανό- μένοι, καθάπερ ἐπειδὰν τῶν βαρβάρων ἀκούωμεν;
καὶ οὐκ εἴσεται.
ἔμπειροι τῶν ἀπείρων, καὶ διὰ τοῦτο μᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι κυβερνήτης καὶ ἰατρὸς καὶ στρατηγός.
εἴη ταὐτὸ καὶ ὂν καἰ οὐκ ὄν. οὐδὲν γὰρ κωλύει ταὐτὸ τοῖς μὲν εἶναι φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι· καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον· ἔσθ’ ὅτε γὰρ φαίνεται ταὐτὸ τῷδε μὶν ἄνθρωπος, τῷδε δὲ ξύλον.
καὶ οἶ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. καὶ τὸ δεινότατον, ἔσονται γὰρ οἶ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροὶ καὶ ταὐτὸ κακία καὶ ἀρετή. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι λέγειν· ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς οὐκ οἰομέ-
νοῦς ἔχειν νοῦν καὶ λόγον.”
μήποτε, εἰ ψευδεῖς εἴποιεν αἰσθήσεις εἷναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα βέβαιον οὐδ’ ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν φθάνοιεν οὕτω γε καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ καὶ ταύταις πεφύκαμεν κρίνειν· καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν τὰς μὲν d ἀληθεῖς εἶναι, τὰς δὲ ψευδεῖς.
παντὸς ἀψευδὲς οὐδὲν, οἶον λέγω ζυγὸν, ἢ τόρνον, ἤ τι τῶν τοιούτων· ἀλλ’ ἕκαστον αὐτῶν ὡδὶ μὲν ἔχον ὑγιές ἐστιν, ὡδὶ δὲ μοχθηρόν· καὶ τουτονὶ μὲν χρώμενον τὸν τρόπον ἀληθεύει, τουτονὶ δὲ ψεύδεται. καὶ μὴν εἴ γε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει
τοσοῦτον διαφέρειν αὐτάς. ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόρρωθεν, καὶ νοσούντων καὶ ἐρρωμένων, καὶ τεχνιτῶν καὶ ἀτέχνων, καὶ φρονίμων καὶ ἀφρόνων. τὰς δὲ δὴ τῶν μεμηνότων παντάπασιν ἂν εἴη ἄτοπον λέγειν ἀληθεῖς εἶναι καὶ τὰς τῶν παρορώντων καὶ
768 παρακουόντων· εὔηθες γὰρ ἂν ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ οὐχ ὁρᾷ· φαίη γὰρ ἄν τις ὅτι ὁρᾷ μὲν, ἀλλ’ οὐκ ὀρθῶς.
γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι, κἀπὶ τῶν γραφῶν καὶ μυρίων ἄλλων, ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν, ἀλλὰ τὴν φαντασίαν. ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς ἑαυτὸν ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι.
b τὴν γὰρ ἡμετέραν, δι’ ἣν οὐκ οἰόμεθα πᾶσαν εἶναι 449 τοιαύτην, ψευδῆ πάντως ἀποφαίνει. συμβαίνει τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῆ καὶ ψευδῆ λέγειν εἶναι.
εἶναι. τοὐναντίον γὰρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται, καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ’ ὐπ’ ἐκείνων αὐτοὶ διατιθέμεθά πως. ἐπεὶ καὶ γελοῖον εἴη ἂν εἰ διανοηθείημεν ἡμεῖς, ὥσπερ οἶ ζωγράφοι καὶ πλάσται, σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι c ταῦτα, καὶ διὰ τοῦτο φαντάζεσθαι καθάπερ εὐτρεπῆ
παρεστῶτα.”
διαδοχῆς ὁρμώμενοι πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι.
δ’ ὅτι ἤκουσε Ξενοκράτους, ὕστερον δὲ καὶ Ναυσι- d φάνους τοῦ Πύρρωνος γενομένου γνωρίμου. τίνα δὴ οὖν τὰ καὶ πρὸς αὐτὸν ἀντειρημένα τυγχάνει θεασώμεθα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.