πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμὰς, τὴν ἡδονὴν καὶ τὸν πόνον· ἔτι γέ 769 τοι καὶ νῦν τοιαῦτα τινα λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον· ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι.
ἡ αἴσθησις λέγει, πότερον δ’ αἱρετὸν ἢ φευκτὸν ὁ λόγος.
δεῖν τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῷ ποσῷ καὶ οὐ τῷ ποιῷ.
c τῶνδέ τινων ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χαλεπωτέρας’ καὶ πάντα τὰ λόγος ὁ κρίνων ἐστίν.
αἶ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώσεις ἡμῶν αὐτῶν. ταύτῃ δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι πρὸς τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. τὰς μὲν γὰρ d αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ· καὶ ὁποῖα ἂν ᾖ ἐκεῖνα,
τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας, τὰ δὲ πάθη ποιὰ ἄττα γίνεται δι’ ἡμὰς καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν.
τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους ὁπόσοι καὶ τὰς αἰσθήσεις καὶ τὸν νοῦν παραλαμβάνουσιν. 450
770 μεταθέουσιν. αὐτῶν μέντοι τούτων ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρὴ τοὺς μήτε ταῖς αἰσθήσεσιν, ὡς ἔτυχε, χρωμένους μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν τἀληθοῦς διάγνωσιν. ἢ δεινόν γ’ ἂν εἴη πεφυκότας ἀνθρώπους ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτοὺς, ἀφέντας τὸν θειότατον κριτὴν
νοῦν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.