Λητοῦς καλοῦμεν , ἀλλὰ καὶ Εἰλήθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τεἭρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. πάλιν, ἐκ μὲν Λητοῦς ὁ ᾿Απόλλων, ἐκ Ἥρας ὁἌρης γέγονε, μία δέ ἐστιν ἀμφοτέρων δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς ἀρήγων
τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν , Ἀπόλλων δὲ ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. διὸ καὶ τῶν ἐμτυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος b Ἀπόλλων κέκληται, ὁ δὲ πυροειδὴς Ἄρης ἐπωνόμασται.
καὶ οὐκ ἀπότροπόν ἐστι τὴν αὐτὴν θεὸν γαμήλιον λέγεσθαι καὶ μητέρα Εἰληθυίας καὶ ἡλίου νομίζεσθαι. γάμου μὲν γὰρ τέλος γένεσίς ἐστι, γένεσις δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. καὶ καλῶς ἔφη ὁ ποιητής
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.