λέγεται γὰρ ὁ Ζεὺς, τῆς Ἥρας αὐτῷ διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βουλομένης, ἀλλὰ κρυπτούσης ἑαυτὴν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῷ αὐτόχθονι συντυχεῖν, καὶ διδαχθῆ- 53 d ναι ὑπὸ τούτου ὡς ἐξαπατητέον τὴν Ἥραν, σκηψάμενον
γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως 86 ἀναμέλπεσθαι μὲν τὸν ὑμέναιον, λουτρὰ δὲ κομίζειν
τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιωτίαν παρασχεῖν· περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος, τῶν Πλαταιίδων αὐτῇ γυναικῶν ἑπομένων, b ὑπ᾿ ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν
Δία, καὶ τοῦ πλάσματος φανεροῦ γενομένου διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι, κατακαῦσαι δὲ ὅμως αὐτὸ, καίπερ ἄψυχον ὂν, ὑπὸ ζηλοτυπίας.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.