συνάγουσιν τὴν Ἥραν. γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ εἴρηται, νὺξ δὲ ἡ Λητὼ, λήθω τις οὔσα τῶν εἰς ὕπνον τρεπομένων , νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ἀποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα,
καὶ τοῦτο ἔστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων, ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.