τῶν παρ’ αὐτοῖς θεολόγων οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν· ὅθεν εἰκότως ἐν πάσαις πόλεσί τε καὶ κώμαις κατὰ τὰς τῶν παλαιῶν διηγήσεις θεῶν τελεταὶ καὶ μυστήρια σύμφωνα τοῖς τῶν προτέρων
μυθικοῖς διηγήμασι παραδέδοται, ὡς εἰσέτι καὶ νῦν τῶν θεῶν γάμους καὶ παιδοποιίας, θρήνους τε καὶ μέθας, καὶ τῶν μὲν πλάνας, τῶν δ’ ἔρωτας, τῶν δὲ ὀργὰς, τῶν δὲ ἑτέρας παντοίας συμφοράς τε καὶ d περιστάσεις, ἀκολούθως τοῖς ὑπὸ τῶν παλαιτάτων μνημονευομένοις, κατά τε τὰς τελετὰς, ἔν τε τοῖς ὕμνοις, καὶ ταῖς εἰς τοὺς θεοὺς αὐτοὺς πεποιημέναις ᾠδαῖς παραλαμβάνειν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.