ἀποδόσεσι κομπείας τάς τε τῶν σοφιστῶν καὶ φιλοσόφων εὑρεσιλογίας εἰς φανερὸν ἤγαγον· οὐ ἀλλὰ καὶ τὸν περὶ τῶν βοωμένων χρηστηρίων λόγον, τήν τε παρὰ τοῖς πολλοῖς διατεθρυλημένην περὶ εἱμαρμένης ψευδῆ δόξαν ἐν ἑτέροις τρισὶ τοῖς ἐξῆς μετὰ
789 τὰ πρῶτα συγγράμμασι λευκοῖς τοῖς ἐλέγχοις ἀπεγύμνωσα, οὐ μόνοις τοῖς οἴκοθεν ἐπιχειρήμασιν, ἀλλὰ καὶ ταῖς αὐτῶν μάλιστα τῶν παρ’ Ἕλλησι φιλοσόφων φωναῖς εἰς τὸν κατ’ αὐτῶν ἔλεγχον συγκεχρημένος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.