ΠΡΟΟΙΜΙΟΝ.
460πεποιήμεθα, οὐ μόνον τοὺς μύθους, οὓς δὴ περὶ τῶν οἰκείων θεῶν παῖδες τῶν παρ’ αὐτοῖς θεολόγων τε καὶ ποιητῶν κεκωμῳδήκασιν, ἀλλὰ καὶ τούτων τὰς σεμνοπρεπεῖς δὴ καὶ ἀπορρήτους φυσιολογίας, ἄνω που εἰς οὐρανὸν καὶ τὰ κόσμου μέρη πρὸς τῆς γενναίας
φιλοσοφίας μετενηνεγμένας, πρώτιστα πάντων ἐν τρισὶ τοῖς πρώτοις συγγράμμασι διηρευνησάμην, καίτοι μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.
τῶν παρ’ αὐτοῖς θεολόγων οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν· ὅθεν εἰκότως ἐν πάσαις πόλεσί τε καὶ κώμαις κατὰ τὰς τῶν παλαιῶν διηγήσεις θεῶν τελεταὶ καὶ μυστήρια σύμφωνα τοῖς τῶν προτέρων
μυθικοῖς διηγήμασι παραδέδοται, ὡς εἰσέτι καὶ νῦν τῶν θεῶν γάμους καὶ παιδοποιίας, θρήνους τε καὶ μέθας, καὶ τῶν μὲν πλάνας, τῶν δ’ ἔρωτας, τῶν δὲ ὀργὰς, τῶν δὲ ἑτέρας παντοίας συμφοράς τε καὶ d περιστάσεις, ἀκολούθως τοῖς ὑπὸ τῶν παλαιτάτων μνημονευομένοις, κατά τε τὰς τελετὰς, ἔν τε τοῖς ὕμνοις, καὶ ταῖς εἰς τοὺς θεοὺς αὐτοὺς πεποιημέναις ᾠδαῖς παραλαμβάνειν.
ἀποδόσεσι κομπείας τάς τε τῶν σοφιστῶν καὶ φιλοσόφων εὑρεσιλογίας εἰς φανερὸν ἤγαγον· οὐ ἀλλὰ καὶ τὸν περὶ τῶν βοωμένων χρηστηρίων λόγον, τήν τε παρὰ τοῖς πολλοῖς διατεθρυλημένην περὶ εἱμαρμένης ψευδῆ δόξαν ἐν ἑτέροις τρισὶ τοῖς ἐξῆς μετὰ
789 τὰ πρῶτα συγγράμμασι λευκοῖς τοῖς ἐλέγχοις ἀπεγύμνωσα, οὐ μόνοις τοῖς οἴκοθεν ἐπιχειρήμασιν, ἀλλὰ καὶ ταῖς αὐτῶν μάλιστα τῶν παρ’ Ἕλλησι φιλοσόφων φωναῖς εἰς τὸν κατ’ αὐτῶν ἔλεγχον συγκεχρημένος.
ποτὲ λογισμοῖς τὴν ἐν τούτοις περιεχομένην δογματικὴν θεολογίαν, τήν τε κατὰ τούσδε ἱστορίαν ἅπασαν, καὶ πρὸς αὐτῶν Ἑλλήνων μεμαρτυρημένην, ἐν ἰσαρίθμοις αὖ πάλιν λόγων συντάξεσι παρεστησάμην.
τε πάντα παρὰ βαρβάρων ὠφέληντο, καὶ ὡς οὐδὲν b οἴκοθεν σεμνὸν ἐπάγονται μάθημα, καὶ τήν γε τῶν χρόνων ἀντιπαράθεσιν, καθ’ οὓς Ἑλλήνων τε οἱ βοώμενοι Ἑβραίων τε οἶ προφήται γεγόνασιν, εἰς φῶς ἀγαγών· αὖθις διὰ τῶν μετὰ ταῦτα τριῶν τὴν
τῶν παρ’ Ἕλλησιν εὐδοκίμων φιλοσόφων πρὸς Ἑβραίων δόξας συνδρομὴν ὑπέδειξα, αὐτὰς πάλιν τὰς οἰκείας τῶν ἀνδρῶν φωνὰς μάρτυρας ποιησάμενος.
ἀλλὰ καὶ πρὸς τοὺς σφῶν οἰκείους διεστῶτας ὑπό τε τῶν γνωρίμων ἀνατετραμμένους ἐν τῷ πρὸ τούτου συγγράμματι κατεφώρασα· διὰ τούτων ἁπάντων τῆς ἡμετέρας γνώμης τὸ κριτήριον ἀδέκαστον ἔπιδ’ ἐπιδεικνὺς 461 τοῖς ἐντυγχάνουσιν, ἔργοις τε, ὡς ἔπος εἰπεῖν, καὶ αὐτοῖς πράγμασι τὰς ἀποδείξεις τοῦ μὴ ἀσκόπως ἡμᾶς,
κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ πρὸ τῆς Ἑλλήνων τὴν Ἑβραίων ὁμοῦ παλαιὰν καὶ ἀληθῆ φιλοσοφίαν τε καὶ εὐσέβειαν ἐπανῃρῆσθαι παρασχόμενος· ὃ καὶ d συνέστη διὰ τῆς τῶν Ἑλληνικῶν φωνῶν παραθέσεως.
ὄντα τῆς ἐν χερσὶ πραγματείας, τὸ λεῖπον τοῖς διεξωδευμένοις ἀποδώσομεν, τὰ σεμνὰ τῆς γενναίας τῶν ‘Eλλήνων φιλοσοφίας ἔτι καὶ νῦν εἰς φῶς ἕλκοντες, πρὸ ὀφθαλμῶν τε τοῖς πᾶσι τὴν ἐν αὐτοῖς ἀχρηστομάθειαν ἀπογυμνοῦντες, καὶ πάντων
γε πρότερον παριστῶντες ὅτι μὴ ἀγνοίᾳ τῶν παρ’ αὐτοῖς θαυμαζομένων, ὀλιγωρίᾳ δὲ τῆς ἐν αὐτοῖς ἀνωφελοῦς σχολῆς, ἥκιστα αὐτῶν πεφροντίκαμεν, τῆ τῶν κρειττόνων ἀσκήσει τὰς ἑαυτῶν ἀναθέντες ψυχάς.
ἡμῖν ἐπισφραγισθέντος, τὰ μὲν τῆς Προπαρασκευῆς ἐνταῦθά μοι περιγραφήσεται· μεταβὰς δὲ ἐπὶ τὴν ἐντελεστέραν ὑπόθεσιν τῆς Εὐαγγελικῆς Ἀποδείξεως, 790 ἀπὸ τοῦ λείποντος τῆς καθ’ ἡμῶν κατηγορίας σκέμματος τὴν καταρχὴν τῆς δευτέρας ἐπισυνάψω πρα-
γματείας.
θεοῦ συνεργοῦντος, ἀπαντῆσαι πειράσομαι. ταύτῃ γὰρ ἡγοῦμαι τοῖς πρώτοις τὰ δεύτερα ὥσπερ ὑφ’ ἑνὶ δεσμῷ συμπλακέντα μίαν τὴν καθόλου διάνοιαν τοῦ b παντὸς ἀποτελέσειν λόγου.
τὰ δὲ κατὰ τοὺς ἄλλους τοὺς δὴ φυσικοὺς ἐπικληθέντας φιλοσόφους, τά τε τῆς Πλάτωνος διαδοχῆς καὶ τὰ κατὰ Ξενοφάνην τε καὶ Παρμενίδην καὶ ἔτι Πύρρωνα καὶ τοὺς τὴν ἐποχὴν εἰσηγουμένους τούς τε ἄλλους ἐξῆς ἅπαντας, ὧν τὰς δόξας ὁ προ-
c λαβὼν ἀπήλεγξε λόγος , τοῖς Ἑβραίων ὁμοῦ καὶ τοῖς Πλάτωνος δόγμασιν αὐτῇ τε ἀληθείᾳ ἐξ ἐναντίας ἱστάμενα, οὐ μὴν ἀλλὰ καὶ τὸν ἔλεγχον τοῖς σφῶν αὐτῶν βέλεσιν ἀπενηνεγμένα.
φιλοσόφων ἄνωθεν ὡς ἀπὸ σκηνῆς κατοπτεῦσαι, καὶ τὴν λοιπὴν δὲ πᾶσαν φυσιολογίαν τῶν τὰς ὀφρῦς ἀνατεινομένων συνιδεῖν, ὡς ἂν μάθοιμεν καὶ τὰ παρὰ τοῖσδε σεμνολογούμενα, τά τε πρὸς αὐτοὺς αὖ πάλιν ὑπὸ τῶν οἰκείων ἀντιλεγόμενα.
d τούτων ἀναχωρήσεως τὸ παρ᾿ ἡμῖν κεκριμένον εὐλόγου πάσης ἀπολύοιτ᾿ ἂν κατηγορίας, ὅτι δὴ μὴ ἀγνοίᾳ τῶν παρ᾿ αὐτοῖς σεμνῶν, ἐξητασμένῃ δὲ καὶ βεβασανισμένῃ κρίσει, τὴν παρὰ τοῖς νενομισμένοις βαρβάροις ἀλήθειάν τε καὶ εὐσέβειαν τῶν Ἑλληνικῶν
ἁπάντων προτετιμήκαμεν.
ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολογίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περι- πατητικοῦ, ὃς ἐν τῷ ἑβδόμῳ Περὶ φιλοσοφίας τάδε 791 περὶ αὐτοῦ γράφει
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.