δυνατοῖς καὶ συνετοῖς καὶ σώφροσιν, οἵους εἶναι χρὴ τοὺς φιλοσόφους, (πόσῳ γε μᾶλλον τοὺς θεούς;) οὐχ ὅπως ἀηδῆ ταῦτα καὶ προσάντη, ἀλλὰ καὶ τερπνότατα, καὶ πάντων μᾶλλον ἀσπαστότατα, οἶς τὸ c ἀμελὲς καὶ τὸ μέλλειν τι πράττειν τῶν χρηστῶν ὄνειδος,
ὡς ἐκείνους τε ποιητὴς νουθετεῖ συμβουλεύων
μὲν ὄντως ἔργα τὰ κατ’ ἀρετὴν ὑπάρχειν λέγων, τὸν δὲ ὀλιγωροῦντα τούτων ἐξάγιστον “ γὰρ (φησὶν) ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς.”
ἀτριβὲς κάματος ἐγγίνεται ταῖς ἐπιχειρήσεσιν· οἶ δὲ προκόπτοντες, καὶ μᾶλλον ἔτι οἱ τέλειοι, ῥᾳδίως ἃ 457 μετίασι κατορθοῦντες γάνυνται, καὶ μᾶλλον ἂν ἕλοιντο τὰ εἰωθότα πράττοντες ἀνύειν καὶ τελεσιουργεῖν ἢ πάντα σφίσιν ὑπάρξαι τὰ ἐν ἀνθρώποις ἀγαθά.
οἶ βασιλείαν γενέσθαι, καὶ ταῦτα μάτην καὶ ἀναιτίως αἰτιολογῶν, ὡς ἂν ἀπὸ κενῆς ἀρχῆς καὶ ὑποθέσεως πλανωμένης ὁρμώμενος, καὶ τὴν ῥίζαν καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγούμενος τὴν τῶν ἀσόφως καὶ
782 ἠλιθίως συμβαινόντων κατανόησιν, καὶ τὴν τύχην τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς καὶ βασιλίδα, καὶ πάντα γενέσθαι κατ’ αὐτὴν ἀποφαινόμενος, τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποκηρύττων βίου καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων
ἀγνώμονας.
ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς. οὐ γὰρ εὐτυχῆ τὴν φρόνησιν, ἀλλ’ ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην.
προκάμνουσιν οἱ μὲν τρέφοντες, οἱ δὲ κυβερνῶντες, οἶ δ’ ἰώμενοι, οἱ δὲ πολιτευόμενοι· οἶ δέ γε φιλόσοφοι καὶ σφόδρα παιδεύειν ἐπιχειροῦντες ἀν- c θρώπους φρυάττονται.
ἀλλ’ οὐδὲ θυμηδίαν ταύτης ἂν ἑτέραν προθεῖντο. καὶ γὰρ εἰ τὸ ἀγαθὸν ἡδονὴν εἶναι φρονοῦσιν, ἀλλ’ αἰδεσθήσονταί γε μὴ λέγειν ἥδιον αὑτοῖς εἶναι τὸ φιλοσοφεῖν.
ἀγαθῶν ἀδώρητοί τε καὶ ἀμέτοχοι· καὶ τίνι τρόπῳ τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντάς τι ὁρῶντες, (ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην d καὶ τοὺς ἀστέρας θαυμάσαντες διὰ τὸ θέειν ἔφασαν κεκλῆσθαι θεούς) μήτε τινὰ δημιουργίαν αὐτοῖς ἢ
κατασκευὴν προσνέμοντες, ἵν ἐκ τοῦ θεῖναι, τοῦτ’ ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς· (τούτου γὰρ ἕνεκα πρὸς ἀλήθειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς μόνος ἐστὶ θεός·) μήτε διοίκησιν ἢ κρίσιν ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι,
ἵνα φόβον ἢ τιμὴν ὀφλήσαντες προσκυνήσωμεν αὐ- τοῖς;
θεοὺς, καὶ τὴν πολλὴν αὐτῶν ἐμακάρισε τρυφήν· κἀκεῖθεν ἐπιθυμητὴς γενόμενος τῆς ἡδονῆς καὶ τῆς ἐν τῷ κενῷ ζηλωτὴς διαίτης, οὕτω πάντας ἐπὶ τὴν τοῦ μακαρισμοῦ τούτου μετουσίαν ἐξομοιωθησομένους ἐκείνοις τοῖς θεοῖς παρακαλεῖ, συμπόσιον αὐτοῖς
μακάριον, οὐχ ὅπερ οἶ ποιηταὶ τὸν οὐρανὸν ἣ τὸν Ὄλυμπον, ἀλλὰ τὸ κενὸν συγκροτῶν, ἔκ τε τῶν ἀτόμων τὴν ἀμβροσίαν αὐτοῖς παρατιθεὶς καὶ προπίνων αὐτοῖς ἐξ ἐκείνων τὸ νέκταρ ;
ὁρκισμοὺς μυρίους τοῖς ἑαυτοῦ βιβλίοις ἐγγράφει, ὀμνύς τε συνεχῶς μὰ Δία” καὶ “νὴ Δία,” τε τοὺς ἐντυγχάνοντας καὶ πρὸς οὓς διαλέγοιτο “πρὸς τῶν θεῶν, ” οὔ τί που δεδιὼς αὐτὸς ἢ ἐκείνους τὴν ἐπιορκίαν, κενὸν δὲ τοῦτο καὶ ψεῦδος καὶ ἀργὸν καὶ ἄσημον ἐπιφθεγγόμενος τοῖς λόγοις 458 αὑτοῦ παράρτημα, οἷον εἰ καὶ χρέμπτοιτο καὶ πτύοι c τὸ τε πρόσωπον στρέφοι καὶ τὴν χεῖρα κινοίη. τοιαύτη
γὰρ ἀδιανόητος ἦν ἡ παρ’ αὐτῷ καὶ ματαία ὑπόκρισις ἡ τῶν θεῶν ὀνομασία.
ἐζωγράφησε σκιάς. οὔτε γὰρ εἰς οὐρανὸν ἀνέβλεψε νοεροῖς ὀφθαλμοῖς, ἔνα τῆς ἐναργοῦς ἄνωθεν φωνῆς ἀκούσῃ, ἧς ὁ προσεκτικὸς θεατὴς κατακούσας d ἐμαρτύρησεν ὅτι “ οἷ οὐρανοὶ διηγοῦνται δόξαν ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα,
οὔτε τῇ διανοίᾳ κατεῖδεν εἰς τοὔδαφος· ἔμαθε γὰρ ἂν ὅτι “τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, καὶ ὅτι κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ μετὰ γάρ φησι “κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὑτοῦ. ψυχὴν παντὸς ζῴου
ἐκάλυψε τὸ πρόσωπον αὐτῆς.”
του καὶ πάντα κατὰ τὴν αὐτοῦ πρόσταξιν πέφηνε καλά. ”
Ἀριστοτέλην καὶ τὴν τῶν Στωϊκῶν φιλοσόφων αἵρεσιν, τά τε λοιπὰ τῆς τῶν θαυμαστῶν φυσιολόγων ἐπιθεωρῆσαι, ὡς ἂν καὶ τῆς ἐκ τούτων ἀναχωρήσεως τὸν ἑ ’ξ ἡμῶν ἀπολογισμὸν παράσχωμεν τοῖς φιλεγκλή- φιλεγκλήμοσιν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.