ὁρῶσιν. εἰ γάρ τις τῶν ἀρχηγετῶν τοῦ τῆς ἀσεβείας d ταύτης δόγματος ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅθεν ἀνελογίξετο, ἐφρόνησεν ἂν ἅπερ συνῃσθημένος ἑαυτοῦ, καὶ
εἶπεν ἂν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν πατέρα καὶ ποιητὴν ἑαυτοῦ “ αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με· ” καὶ προσεπεξειργάσατο ἂν ὡς τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον “ ἢ ὥσπερ γάλα με ἤμελξας, ἐτύρευσας δέ με ἴσα τυρῷ; δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας ; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοὶ, ἡ δὲ
ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.
ηὐξύνθησαν ; καὶ πολλὰς ἡ βραχεῖα ῥανὶς τὰς Ἐπικούρου ἀτόμους προσκαλεσαμένη τὰς μὲν ἐπημφίεσεν αὐτῶν δέρμα καὶ σάρκα γενομένας, ταῖς δὲ ὀστωθείσαις ἠνώρθωται, ταῖς δὲ συνεδέθη νευρορραφουμένη;
σπλάγχνα καὶ ἔγκατα καὶ αἰσθητήρια τὰ μὲν ἔνδοθεν, b τὰ δὲ θύραθεν ἐφήρμοσε, δι’ ὧν ἐζῳογονήθη τὸ σῶμα; ὧν οὐδὲν ἀργὸν οὐδὲ ἀχρεῖον προσετέθη, ἐπεὶ μηδὲ τὰ φαυλότατα, μήτε τρίχες μήτε ὄνυχες, πάντα δὲ, τὰ μὲν πρὸς τὸ τῆς συστάσεως ὄφελος, τὰ δὲ πρὸς τὸ κάλλος τῆς ὄψεως συντελεῖ.
τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὥρας ἐπιμελὴς ἡ πρόνοια. ἔρυμα μὲν γὰρ καὶ σκέπασμα πᾶσι τῆς κεφαλῆς ἡ κόμη, εὐπρέπεια δὲ ὁ πώγων τῷ φιλοσόφῳ. τήν τε τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου φύσιν ἐκ τῶν μερῶν ἀναγκαίων πάντων ἥρμοσε, καὶ τοῖς μέ- c
λεσι πᾶσι τήν τε πρὸς ἄλληλα κοινωνίαν περιέβαλε καὶ τὴν παρὰ τοῦ ὅλου χορηγίαν ἐπεμέτρησεν.
αἰσθήσεων ἡ δορυφορία· προσιοῦσαι μὲν ὄψεις, ἀναγγέλλουσαι δὲ ἀκοαὶ, ἐδωδὴ ὥσπερ φορολογοῦσα, ὄσφρησις καθάπερ ἀνιχνεύουσα καὶ διερευνωμένη, καὶ d ἡ ἁφὴ πᾶν διατάττουσα τὸ ὑπήκοον.
ἐπιδραμούμεθα, μετ’ ὀλίγον ἀκριβέστερον τοῦ θεοῦ διδόντος ἐπεξεργασόμενοι, ὅταν πρὸς τὸν δοκοῦντα κοῦντα λογιώτερον ἀποτεινώμεθα.)
συνεργίαν διηρθρωμένων, ὤμων τε ἀχθοφορίαι, καὶ κατοχαὶ δακτύλων, ἀγκώνων τε καμπαὶ, πρός τε τὸ σῶμα εἴσω στρεφόμεναι καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι, ἔνα ἐφέλκεσθαί τε καὶ ἀπωθεῖσθαι δύνωνται· ποδῶν ὑπηρεσία, δι’ ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ἡ 456
περίγειος κτίσις, βάσιμος ἡ γῆ, πλωτὴ ἡ θάλασσα, 780 περάσιμοι οἱ ποταμοὶ, καὶ πάντων πρὸς πάντα ἐπιμιξία· γαστὴρ ταμιεῖον τροφῶν, πᾶσι τοῖς συντε— ταγμένοις μέλεσιν ἐξ ἑαυτῆς ἐν μέτρῳ τὸ σιτηρέσιον διανέμουσα καὶ τὸ περιττεῦον ἐκτιθεμένη· καὶ τὰ ἄλλα δι’ ὅσων ἐμφανῶς ἡ διοίκησις τῆς ἀνθρωπείου μεμηχάνηται διαμονῆς, ὧν ὁμοίως τοῖς ἄφροσιν ἔχοντες οἱ σοφοὶ τὴν χρῆσιν οὐκ ἴσχουσι τὴν γνῶσιν.
τῶν ἀτόμων ἀσκόπως τὴν θαυμασιωτάτην καλλιεργίαν ἀνατιθέασι.
ἂν οἷοί τε γενώμεθα κἂν ἐπιπολῆς ἀναθεωρήσωμεν. c
εἰκόνα πηλίνην ἐκεῖναι συνελθοῦσαι πλάσαιεν, οὐδ’ ἀνδριάντα λίθινον ξέσαιεν, οὐδ’ ἂν εἴδωλον ἀργυροῦν ἢ χρυσοῦν χωνεύσασαι προαγάγοιεν·
δίχα σοφίας οὐκ ἂν γένοιντο, πῶς τὰ ἀληθῆ καὶ πρω- d τότυπα τούτων αὐτομάτως συμβέβηκε ;
ἑκάστη νόημα καὶ δόγμα ἐνέπνευσεν;
φήσουσιν Ἕλληνες εἶναι, μόναι δὲ γεγόνασιν ἔμπειροι καὶ σοφαὶ πάντων αἱ ἄτομοι μοῦσαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.