πλῆθος τῆς ἐπιφαινομένης αὐτῷ σοφίας καλούμενον κόσμον, ὑπὸ τῶν σὺν οὐδενὶ κόσμῳ φερομένων ἀτόμων κεκοσμῆσθαι καὶ γεγονέναι κόσμον ἀκοσμίαν; 453 775
οὐρανίων χορείαν ἐξ ἀμούσων καὶ ἀναρμόστων συνᾴδειν ὀργάνων;”
μέν ἐστι θεῖα καὶ ἀκήρατα καὶ αἰώνια, ὡς αὐτοὶ φήσαιεν ἂν, σώματα, ἢ μακραίωνά γε κατὰ τὸν οὕτως ὀνομάσαντα, φαινόμενά τε καὶ ἀφανῆ· φαινόμενα b μὲν ἥλιος καὶ σελήνη καὶ ἀστέρες γῆ τε καὶ ὕδωρ, ἀφανῆ δὲ θεοί τε καὶ δαίμονες καὶ ψυχαί; ταῦτα
γὰρ οὐδὲ θέλοντες ὑπάρχειν ἀρνήσασθαι δύνανται.
φυλλορροεῖ· τὰ δὲ πλεῖστα τῶν τε φυομένων καὶ τῶν γεννωμένων ἐστὶν ὠκύμορα καὶ βραχυτελῆ, ὦν ἐστι καὶ ὁ ἄνθρωπος, ὡς εἷπέ τις ἁγία περὶ αὐτοῦ γραφή βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος.’
αἰτίους γίνεσθαι τῆς περὶ τὴν διαμονὴν διαφορᾶς. τὰ μὲν γὰρ ὑπ’ αὐτῶν πεπυκνῶσθαι καὶ κατεσφίγχθαι λέγειν, ὥστ’ αὐτὰ παντελῶς δυσαπάλλακτα γεγονέναι πιλήματα, τὰ δὲ μανοτέραν καὶ χαλῶσαν τὴν d συνάφειαν τῶν ἀτόμων ἐπ’ ἔλαττον ἢ πλέον ἐσχηκέναι,
ὡς ἢ θᾶττον ἢ μὴ μετὰ πολὺ τῆς κολλήσεως αὐτῶν ἀφίστασθαι· καὶ τὰ μὲν ἐκ τοιῶνδε καὶ ὧδέ πως ἐσχηματισμένων, τὰ δὲ ἐξ ἑτέρων ἑτεροίως διακειμένων συμμεμίχθαι. ”
ἀναχέων καὶ τάσδε μὲν οὕτω συντάττων εἰς ἥλιον, τάσδε δὲ ὡδὶ, ἵνα ἡ σελήνη γένηται, καὶ ἑκάστας συμφέρων κατὰ τὴν οἰκειότητα πρὸς ἑκάστου φαῦσιν ἀστέρος; οὔτε γὰρ αἱ ἡλιακαὶ τοσαίδε καὶ τοιαίδε καὶ ὧδέ πως ἑνωθεῖσαι πρὸς ἐργασίαν σελήνης ἂν
καταβεβήκεσαν, οὔτε αἶ τῶν σεληνιακῶν ἀτόμων 776 πλεκτάναι γεγόνασί ποτε ἥλιος· ἀλλ’ οὐδὲ ἀρκτοῦρος, εἰ καὶ λαμπρός ἐστι, τὰς ἑωσφόρου μεγαλοφρονήσαιτό ποτε ἂν ἀτόμους ἔχειν, οὐδὲ Ὠρίωνος αἱ Πλειάδες. καλῶς γὰρ ὁ Παῦλος διέστειλεν εἰπὼν
῾ ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων·” ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
συνελαύνων ἐπεστάτησεν· εἰ δὲ ἑκουσίως ἐθελουρ- b γῆσαι συγκέκλεινται, θαυμάσιός τις αὐτῶν ἀρχιτέκτων ἐργοδοτῶν προηγήσατο· ἢ καθάπερ εὔτακτος στρατηγὸς οὐ συγκεχυμένην εἴασε τὴν στρατιὰν καὶ πάντας ἀναμὶξ, ἀλλ’ ἐν μέρει μὲν τὴν ἵππον, ἰδίᾳ δὲ
τοὺς ὁπλίτας, τούς τε ἀκοντιστὰς καθ’ ἑαυτοὺς, καὶ χωρὶς τοὺς τοξότας, καὶ τοὺς σφενδονήτας ἔνθα ἐχρῆν διετάξατο, ἔνα ἀλλήλοις οἶ ὁμόσκευοι συμμαχοῖεν.
στα ποιεῖσθαι σύγκρισιν, ἐπὶ τὰ σμικρότατα μεταβησόμεθα.”
τῆς πολλῆς κατὰ τὴν ῥύσιν τύρβης διευθύνουσαι, καὶ τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμὸν, αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ ὑπὸ τοῦ θεοῦ κατὰ τὸν ποιητὴν ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγελάζοιντο 454 γνωρίζουσαι τὰς συγγενεῖς, θαυμαστή γε τῶν
ἀτόμων ἡ δημοκρατία, δεξιουμένων τε ἀλλήλας τῶν d φίλων καὶ περιπλεκομένων, εἰς μίαν τε κατασκηνοῦν συνοικίαν ἐπειγομένων, καὶ τῶν μὲν ἀποτετορνευμένων αὐτομάτων εἰς ἥλιον φωστῆρα μέγαν, ἵνα ποιήσωσι τὴν ἡμέραν, τῶν δὲ εἰς πολλὰς ἴσως πυραμίδας
ἀστέρων ἀναπεφλεγμένων, ἔνα καὶ ὅλον στεφανώσωσι τὸν οὐρανὸν, τῶν δὲ περιτεταγμένων, ἵνα αὐτὸν εἰκῆ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς τὴν τῶν φωστήρων ἐπιβάθραν, ἐπιλέξωνταί τε ἑαυταῖς αἱ συνωμοσίαι τῶν χυδαίων ἀτόμων μονὰς, καὶ διακληρώσωνται τὸν οὐρανὸν εἰς οἴκους ἑαυταῖς καὶ σταθμούς. ”
777
ἀνθρώποις ἐπικουρίαις, ἀναπτομένῃ μὲν εἰς ἐργασίαν ἡμέρᾳ, ἐπηλυγαζούσῃ δὲ νυκτὶ πρὸς ἀνάπαυλαν. ἐξελεύσεται γὰρ ἄνθρωπος (φησὶν) ἐπὶ τὸ ἔργον αὑτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἴως ἑσπέρας.”
b αὐτοῦ, καθ’ ἣν ὡρισμένας ὥρας καὶ καιροὺς κὐκαίρους καὶ τροπὰς ἀπαρατρέπρους ἀποτελεῖ, ὑπὸ τῶν ἐξ ὧν ἐστιν ἀτόμων ὁδηγούμενος. ἀλλὰ κἂν μὴ θέλωσιν οἱ δείλαιοι, ὡς δ’ οὖν πιστεύουσιν οἱ δίκαιοι μέγας κύριος ὁ ποιήσας αὐτὸν καὶ ἐν λόγοις αὐτοῦ
κατέσπευσε πορείαν.”
c προσκυνεῖτε καὶ θύετε ταῖς ἐπικάρποις; ἀχάριστοί γε μηδὲ ἀπαρχὰς αὐταῖς ὀλίγας τῶν πολλῶν δωρεῶν, ἃς παρ’ αὐτῶν ἔχετε, ἀφιεροῦντες.”
οὓς αἷ πολυπλανεῖς καὶ ἀεὶ διαρριπτούμεναι συνέστησαν ἄτομοι, χώρας ἑαυτοῖς κατὰ συνθήκας ἀπεδάσαντο, ὥσπερ ἀποικίαν ἢ συνοικίαν ἀνελόμενοι, μηδενὸς οἰκιστοῦ μηδὲ οἰκοδεσπότου προεστηκότος· καὶ τὰς πρὸς τοὺς πλησιοχώρους γειτνιάσεις ἐνωμότως καὶ μετ’ εἰρήνης φυλάττουσιν, οὐχ ὐπερβαίνοντες
οὓς κατειλήφασιν ἐξ ἀρχῆς ὅρους, ὥσπερ ὑπὸ τῶν d βασιλίδων ἀτόμων νομοθετούμενοι.
μερίδας αὐτῶν, ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὑτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν.
οὐκ ἐμποδοστατοῦντος, οὐκ ἀπολειπομένου τῶν συμπαρατεταγμένων, ὡς ἰσόστοιχοι καὶ συνασπιδοῦντες ἀεὶ προίασιν, ὁ συνεχής τε καὶ ἀδιάστατος ἀόχλητός τε καὶ ἀνεμπόδιστος τῶν ἄστρων στρατός;
αὐτῶν ἄδηλοι τροπαί. καὶ μὴν ἀεὶ καιροφυλα- κοῦσι καὶ προορῶνται τὰς χώρας, ὅθεν ἕκαστος οἶ τούτοις προσεσχηκότες. εἰπάτωσαν οὖν ἡμῖν οἱ τῶν ἀτόμων τομεῖς καὶ τῶν ἀμερῶν μερισταὶ καὶ τῶν ἀσυνθέτων συναγωγεῖς καὶ τὰ ἄπειρα περινοοῦντες,
πόθεν ἡ κυκλοφορικῂ τῶν οὐρανίων καὶ περιοδία, οὐχ ἑνὸς παραλόγως ἀτόμων πήγματος οὕτω σφενδονηθέντος, ἀλλὰ τοσούτου κυκλικοῦ χοροῦ κατὰ ῥυθμὸν ἴσα βαίνοντος καὶ συμπεριδινου- b μένου, πόθεν ἀδιάτακτοι καὶ ἀπροαίρετοι καὶ ἀγνῶτες 455
ἀλλήλων συνέμποροι παμπληθεῖς συνανεστράφησαν. καλῶς τε ὁ προφήτης ἐν τοῖς ἀδυνάτοις καὶ ἀνενδείκτοις ἔταξε τὸ ξένους κἂν δύο συνδραμεῖν “ εἰ πορεύσονται (φησὶ) δύο ἐπὶ τὸ αὐτὸ ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;”
τε τῶν ἐν τούτοις παντοδαπῶν ζῴων, καὶ δὴ καὶ c ἀπὸ τῆς τἀνθρώπου φύσεως. ἐξ ὧν ἔτι βραχέα τοῖς εἰρημένοις προσθεὶς καταπαύσω τὸν παρόντα λόγον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.