ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνῶσαι, κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπιαμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν αὐτόν;
Ταυρομενίτου λέγοντος ἐν ταῖς ἱστορίαις ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας κλεῖσαι;
καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. οἴονται οὐν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτὸν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην.
ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους d λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἑρμῆν ἐπικληθέντα.
ψυχρὰ προφερόμενος, ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειόητος αὐτῷ ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία αὐτοῦ διαφθεῖραι.
κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις 792 ληρεῖν αὐτὸν φαίη. λέγει γὰρ ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν· ἔτι δὲ κατασκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαρυροπωλίου Φιλίππω τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων.
θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην ὁποίαν Αθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα.
μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν· ὣν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἶ δὲ μικρὸν ὕστερον ἐγένοντο· πάντες δὲ σοφισταὶ καὶ ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ c βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. τοὺς μὲν γὰρ
μετὰ ταῦτα γεγονότας, εἶτα δὲ τὰ ὑπ’ ἐκείνων εἰρημένα λέγοντας, παντάπασιν ἐὰν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ’ αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. οὐδεὶς γὰρ ἂν εὑρεθείη
περὶ αὐτοῦ τοιοῦτον οὐδὲν εἰρηκὼς τῶν τότε ὄντων ὅτι μὴ Λύκων. οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα.
τὰ εἰρημένα ἐστὶν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιά τινα λέγειν· ὧν εἴπερ ἦν ἕν ὁτιοῦν ἀληθὲς, ἐχρῆν δήπου ἀλλ’ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι.
βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν
ἂν οὗτοί γε.
γραμμα τοιοῦτον
ἕτερον δὲ, ὅτι ἠχαρίστησε Πλάτωνι.
αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. τεθνεῶτος γὰρ Ἑρμείου, διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτὴν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς.”
Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.