τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν, (ταύτην 794 γὰρ εἶναι τῶν ἀγαθῶν αἰτίαν, ἐπὶ μόνῳ γὰρ τῷ θεῷ τὰ πάντα κεῖσθαι καὶ παρ’ αὐτοῦ τὰ πάντα τοῖς θεοφιλέσι χορηγεῖσθαι) τοῦ τε Πλάτωνος τὰ συνῳδὰ τούτοις ὁριζομένου καὶ τέλος εὐδαιμονίας τὴν ἀρετὴν
τὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης οὐκ ἄλλως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὦν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς ὃν ὅπως ἐνέστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν
ἀπελέγχοντες οἶ Πλάτωνος γνώριμοι πάρεστι μα- b θεῖν διὰ τούτων
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.