464 ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται ὥστε, πλειόνων ὄντων οἳ διαφέρονται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται.
κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας, μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας, ἀλλ’ d ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετὴν, καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν· εἰ δ’ ἐφ’ ἑαυτῆς
ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαιμονίας μεμψάμενος.
ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατὰ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσῃ καὶ κάλλος, ἀλλὰ
καὶ χρυσὸν ,
μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα.
τὴν, ἃ μὴ πέφυκε φύειν,
Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ πειρωμένου τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που πρὸς τὸ θεῖον, καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν, φράσον ἡμῖν, ὠ
Περιπατητικὲ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις ἐπ’ αὐτὰ τοὺς φιλοπλάτωνας;
τὸ δ’ ἄρ’ ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων’;
ποίων γραφῶν; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. ἀλλὰ γὰρ οὔτ’ ἔχεις εἰπεῖν οὔτ’ ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς.
ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι, καὶ τοσοῦτον ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. 796 τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ 1 βασιλικὸν, ὃ παρὰ τοῦ Δῖός ἔχει λαβοῦσα ἀναφαί- ρετον ἡ ἀρετὴ, ἐπεὶ
τρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν 465 καθιστᾶσι πλούτῳ καὶ δόξῃ καὶ γένει καὶ ὑγιείᾳ καὶ κάλλει‚ καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαί- μονα τὸν κεκτημένον ἀποφῆναι‚ καὶ ἡ ἀρετὴ κατὰ
ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ’ b αὐτὴν εὐδαίμονα.
τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν πᾶσι κοινόν.
ταῖς Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ’ ἂν εὐδαίμων καὶ μακάριος εἷναι.
παραμένειν ἀεί.
ποιητά·
οὐδ’ αὐτοετεὶ, οὐδ’ αὐτομηνὶ, ἀλλ’ αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται.
τὰ τῆς φίλης ἀρετῆς πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν διασώζειν ἀσθενής.
πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις b ἐκ τούτων ὁρμώμενος παραδέξαιτο τὰ Ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα, ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἀρετὴ, καὶ οὔτε ποτε ἐνδέουσα πρὸς εὐδαιμονίαν οὔτε ποτὲ αὐτῆς ἀφαιρουμένη‚ ἀλλὰ κἂν πενία,
κἂν νόσος, κἂν ἀδοξία, κἂν βάσανοι, κἂν πίττα καὶ σταυρὸς, κἂν τὰ ἐκ τῆς τραγῳδίας ἅμα πάντα ἐπιρ- ρυῇ‚ ἔτι ὁ δίκαιος εὐδαίμων καὶ μακάριος.
οὗτός ἐστιν εὐδαιμονέστατος‚ ὁ ἐξ αὐτῆς τῆς δικατοσύνης c τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῆ καὶ τετραχῆ καὶ πολλαχῆ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. οὐ δή ποθ’ ἡμὰς δι’
αὐτῶν προσάξεις τῷ Πλάτωνι.
τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα‚ οὐ d τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκα λαμβανόμενα.
τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὕλαι, τὰ δὲ ὄργανα,. κἂν τὰς δέκα κατηγορίας παρὰ σοῦ μάθῃ τις δεκαχῆ διανέμειν τἀγαθὸν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα; 466
λαλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς ἄλλ’ ἄττα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων’ δ’ ἐκ περιουσίας 798 περὶ τῶν ἄλλων ζητεῖ τὸ ἔκπλεον εἰς εὐδαιμονίαν ἀπ’ αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ὑμῖν εἴη κατὰ τοῦτο
κοινόν· ἄλλων σοι δεῖ λόγων, ἄλλων τοῖς τοῦ Πλά- τωνος.
τοῦ Κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας b δόγματος. διαμπερὲς γὰρ, εἰ μὴ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο δια- φερόντων φαίνονται λἐγοντες.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.