οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως, τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς δια- τεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ θεῖον τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ θεοῦ διοικήσεως· ἐφ’ οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος‚ ὧδέ πη διεξιόντος
πείσματος‚ ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλομεν ἀγνοεῖν
ὁ μὲν Πλάτων’ εἰς θεὸν καὶ ἐκ θεοῦ πάντα ἀνάπτει. φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων ἁπάντων ἔχοντα εὐθείᾳ περαίνειν περιπορευ- όμενον. καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι, ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγίγνεσθαι περὶ μηδενός.
τούτου δὲ ἐκτὸς ὄντα πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν, εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. πάντων δὲ ἐπιμελούμενον καὶ πάντα κατὰ δύναμιν κοσμοῦντα πεφροντικέναι καὶ τῶν ἀνθρώπων.”
799
βούλεται Πλάτων’ παρακαλέσαι καὶ πιστώσαιτο τὰ εἰρημένα;
θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεῶτος.
ταυτῷ τάττεις Ἀριστοτέλην καὶἘπίκουρον ; πάνυ μὲν d οὖν, ὥς γε πρὸς τὸ προκείμενον.
ἀποστῆσαι; κατ᾿ ἴσον γὰρ παρ᾿ ἀμφοτέροις τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους , καὶ ἴση τοῖς ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια τὸ δὲ ἐκείνων μενόντων κατ᾿ οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύειν μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ
ταύτῃ γε καὶ κατ᾿ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται.
κατ’ Ἀριστοτέλην τὸ τῆς προνοίας, εἰ καὶ τὰ κατ οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται.
δ’ ἐμοὶ κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας εἰς ταυτὸν ἐλθόντας αὐτοῖς καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον
αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ’ ἀκοινωνίᾳ παραιτούμενος.
οὐ θεοῦ λογισμῷ διοικούμενα. ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ’ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ’ Ἐπικουρου τινες μαντεύονται, ὡς ἄρα μὴ κάτα γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατέ- νειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ θέαν.
κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος τάχ’ ἂν αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς.
θεοὺς ἀποικίσας. ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ ἔοικεν εὐσχημόνως ἀπι- στεῖν τοῖς θεοῖς.”
τοῖς εἰρημένοις προστίθησι‚ πρὸς τὸν αὐτὸν ἀποτει- νόμενος μὴ βουλόμενον γεννητὸν εἶναι τὸν κόσμον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.