Μωσεῖ φιλοσοφοῦντος‚ τὴν ἐναντίαν κἀν τούτῳ ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέν- τος συγγραφέως‚ ὧδε πρὸς ῥῆμα γράφοντος
δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος, καὶ λογι- σάμενος ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ ἀγέννητον αὐτοῦ.
ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι‚ οἶς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον εἶναι. δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν‚ εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην d ὢν Ἕλληνας ἡμᾶς σαφεῖτε καὶ τρανῶ τῷ στόματι
διείλεκται.
ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων δημιουργίαν.
ὅπερ ἔφην‚ πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγομένους, ἅτε φίλους ὄντας, φιλίως τε καὶ μεθ’ ἡσυχίας πραέσιν ἐλ·έγχοις διακριθεῖμεν ἄν. ἔοικε γὰρ καὶ τούτους Ἀριστοτέλης μεταθεῖναι‚ τῇ μὲν κατηγορίᾳ τοῦ δόγματος ἀντισχεῖν ἀδυνατήσαντας‚ τὸ δὲ ἁλῶναι
δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι Πλάτωνι.
πρότερον ἐποίησε τὸν κόσμον‚ καὶ ποιήσας εἰσαεὶ βουλόμενός γε σῶον διαφυλάξει‚ καὶ ταύτῃ δὴ γεν- νητοῦ καὶ ἀφθάρτου κατ’ αὐτὸν ὑποκειμένου τοῦ κόσμου‚ τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαιοῖ;”
2 τῷ γενομένω τὴν εἰς ὄλεθρον μεταβολὴν ἀβοήθητον καταλειπτέον.
ἀλλ’ ἐξ ὀρθοῦ πρὸς Πλάτωνα ἐναντιουμένου, καὶ τό τε γενόμενον εἰς ἀνάγκην τοῦ ἀπολέσθαι περιιστάν- τος, τό τε μὴ ἀπολλύμενον ἐκ μόνου τοῦ μὴ γενέσθαι λέγοντος κρατύνεσθαι τὸ ἄφθαρτον, οὐ μὴν οὐδὲ δύναμιν ἀπολείποντος αὐτοῦ περὶ τὸν θεὸν, ᾗ χρώμενος
ἀγαθὸν ἂν τι ποιήσαι; ὃ γὰρ οὔπω πρότερον γέγονε, τοῦτο, φησὶν‚ οὐκ ἂν γένοιτο.
συνιδεῖν ὅτι κατὰ μὲν τὴν αὐτῶν φύσιν τῶν πραγμάτωνἦν ἦν ἄνευ θεοῦ βουλήσεωςκαὶ δυνάμεως ἐπινοῆσαι οὔτε τὸ γενόμενον ἄφθαρτον οὔτε τὸ μὴ φθαρησάμενον γεννητὸν ὄν.
πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα. γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ 469 803 τοῦτο φθαρῆναι, εἰ δὲ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγέννητόν ἐστιν ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐνδεῖν πρὸς
τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων.
τεχνιτῶν ἕκαστος‚ ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας, b δύναμιν ταύτην ἔχουσιν‚ ὥς τι τῶν οὐκ ὄντων ἄγειν εἰς οὐσίαν, ὁ δὲ παμβασιλεὺς καὶ ἀριστοτέχνης οὐδ’ ὅσον ἀνθρωπίνου τεχνίτου δυνάμεως μεθέξει, ἄμοιρος δ’ ἡμῖν πάσης ἔσται γενέσεως; οὒκ, ἐάν γε καὶ κατὰ βραχὺ θείας αἰτίας ἐπιλογισμὸν οἰοί τε ὦμεν λαβεῖν.
οὐδενός) τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; καὶ μὴν καὶ οἶ λοιποὶ τεχνῖται πρὸς ἄμφω c ἱκανοί. ὁ γοῦν οἰκοδόμος καὶ ὁ ναυπηγὸς οὐ μόνον καινὰς κατασκευάζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθειρομέναις ἱκανοὶ βοηθεῖν,
ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς·
καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασώζεσθαι· τὸ γὰρ εὑ γενόμενον ἐθέλειν λύειν κακοῦ.
πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα μηκέτ’ ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ γενόμενα, ταῦτα δὲ ἄρα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ παραμενεῖ;
βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ’ αὐτή γε τῷ προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν 804 ἧτταν. ἀλλ’ ἔξωθέν τινος αἰτίας ἀνταγωνιζομένης τῷ θεῷ; ἀλλ’ οὔτ’ ἐστὶν οὔτε ἐν οἷς ἔφθη
κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνο μεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλεγόμενοι.
εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.