τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης δὲ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ φρονεῖν εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη , προσκατηρίθμησε τοῖς φαινομένοις τέτταρσι σώμασι τὴν πέμπτην οὐσίαν , πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως
τῇ φύσει χρησάμενος , μὴ συνιδὼν δὲ ὅτι οὐ νομοθε- 470 τεῖν δεῖ φυσιολογοῦντα , τὰ δὲ τῆς φύσεως αὐτῆς d ἐξιστορεῖν.
Περιπατητικὸς, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ᾿ ἄν. λεγόντων γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρὸν, ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ μαλακὸν ἢ σκληρὸν , ἢ κοῦφον ἢ βαρὺ, ἢ ἀραιὸν ἢ πυκνὸν, καὶ εὑρισκόντων ὅτι οὐκ ἂν ἕτερόν τι εἴη τὸ μεθέξον τούτων τινὸς
παρὰ τὰ τέτταρα· (εἰ μὲν γὰρ θερμὸν, ἢ πῦρ ἢ ἀήρ· εἰ δὲ ψυχρὸν , ὕδωρ ἢ γῆ· καὶ εἰ μὲν ξηρὸν, πῦρ ἢ γῆ· εἰ δὲ ὑγρὸν, ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακὸν, 805 ἀὴρ ἢ πῦρ· εἰ δὲ σκληρὸν, ὕδωρ ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιὸν, οἶον πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνὸν, ὕδωρ καὶ γῆ.) καὶ ἐκ τῶν ἄλλων δὲ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατανοούντων ὡς οὐκ ἂν εἴη παρὰ ταῦτά τι σῶμα ἴτερον· οὗτος ἀνθίσταται μόνος,
φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον· σῶμα δὲ μήτε βαρὺ, μήτε κοῦφον , μήτε μαλακὸν, μήτε σκληρὸν, μήτε ὑγρὸν, ἀλλὰ μήτε ξηρὸν , μονονουχὶ λέγων σῶμα οὐ σῶμα. τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν αὐτῷ, τὰς δὲ δυνάμεις, δι᾿ ὧν σῶμα πέφυκε γί-
b νεσθαι, πάσας ἀφῄρηκεν.
ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βού- λεται τρέπεσθαι μεταβάλλειν τ᾿ εἰς ἄλληλα· ὁ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ τε καὶ ἄφθαρτον καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου τινὸς πράγματος γεννητὴς εἶναι δοκῆ, περιττὸν μὲν
c καὶ ἴδιον παντάπασι λέγων οὐδὲν , τὰ δὲ ὑπὸ Πλάτωνος ἐπ᾿ ἄλλων ἑωραμένα καλῶς μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα , καθάπερ τινὲς τῶν ὕστερον γενομένων ἀνδριαντοποιῶν.
ἑτέρου δὲ τὴν ζώνην, εἰς ταυτὸν συνθέντες ἐνίοτε μὴ προσήκοντα πράγματα ἀλλήλοις ἔπεισαν αὐτοὺς ὥς τι πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν, d τὰ δ᾿ ἐν αὐτῷ συνηρανισμένα καί τι καλὸν ἔχοντα
οὐκ αὐτῶν.
ἄφθαρτα καὶ ἀπαθῆ ἐστι σώματα, συνέθηκε καὶ συνεκόλλησεν ἐξ ἀμφοῖν πράγματα μὴ συνᾴδοντα· παρ᾿ ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ᾿ ὧν δὲ τὸ ἀπαθὲς εἶναι λαβὼν, σῶμα ἀπαθὲς ἐτεκτήνατο.
οὔτι γε ἀδύνατον γενέσθαι. διδάσκει γοῦν τὰ τοιαῦτα καὶ Ὅμηρος ὄμματα 806 γὰρ, φησὶ
δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον ἀσώματον ἀναγκαίως ὁμολογοῖτ᾿ ἄν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.