ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν , περὶ ἡλίου τὸ τοιοῦτον ἀποφαινόμενος· ὁ δὲ, ἅτε οὐκ ἐθέλων πῦρ εἶναι τὸν ἥλιον, τὸ δὲ φῶς εἰδὼς πῦρ καθα- ρὸν‚ ἤ τι πυρὸς ὂν, οὐκ ἐπιτρέπει φῶς περὶ αὐτὸν ἀνῆφθαι.
αἵ τε ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ ἀπόρρυσιν αὐτοῦ γινόμεναι· τὰς δὲ προσκρίσεις, ἡ ἴση τοῦ μεγέθους αὐτοῦ φάσις· οὐ γὰρ ἂν ἤθελεν ἴσα φαίνεσθαι μηδὲν ἀνθ’ ὧν ἀφίησι λαμβάνοντα·)
αὐτὰ βούλεται, μήτε τινὸς αὐτοῖς ἀποχωροῦντος μήτε προσιόντος.
δῶσιν‚ ἣν δὴ καὶ ἄλλως καλλίστην εἶναι συμβέβηκε καὶ ’π’ προσήκουσαν αὐτῶν τῇ φύσει τοῦ σώματος· (σφαιρικοὶ γὰρ ὄντες εἰκότως σφαιρικὴν ἄν τινα κίνησιν ἕκαστος κινοῖτο περιδινούμενος·) ὁ δὲ καὶ ταύτης ἀφαιρεῖται τῆς κινήσεως αὐτοὺς‚ ἣν ὡς ἔμψυχοι
κινοῦνται, μόνην δὲ ἀπολείπει τὴν ὑπ’ ἄλλων τῶν περιεχόντων ὥσπερ ἀψύχοις συμβαίνουσαν.
δὲ οὐκ εἶναι· ὥσπερ Πλάτωνος ἀπὸ ταύτης τῆς τὴν ὑπὲρ τῆς κινήσεως πίστιν λαμβάνοντος, ἀλλ’ οὐκ ἀπὸ τοῦ λόγου τοῦ διδάσκοντος ὅτι ἀνάγκη τούτων ἕκαστον ζῷον ὄντα καὶ ψυχὴν ἔχοντα καὶ σῶμα κινεῖσθαι τὴν ἰδίαν κίνησιν· (πᾶν γὰρ σῶμα
ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι ἄψυχον, ᾧ δὲ ἔνδοθεν καὶ ἐξ ἑαυτοῦ ἔμψυχον·) κινούμενον δὲ, ἅτε θεῖον ὄντα, τὴν καλλίστην κινεῖσθαι κίνησιν· καλλίστης δ’ οὔσης τῆς ἐν κύκλῳ κινήσεως, ταύτῃ αὐτὸν κινεῖ c σθαι.
πίστιν τῆς κινήσεως. περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως ὡς μὲν οὐκ ἐν κύκλῳ τινὶ γίνεται νικώμενος ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι, παρεῖχε δὲ κἀνταῦθα διαφορὰν αὐτῷ τὸ καλὸν τοῦτο εὕρημα τοῦ σώματος.
ὄντων τεττάρων σωμάτων καὶ πάντων φύσει κινουμένων ἁπλῆν καὶ εὐθεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὸ ἐκτὸς, γῆς δ’ ἐπὶ τὸ μέσον, τῶν δὲ ἄλλων ἐπὶ τὸ μεταξὺ, τὴν ἐν κύκλῳ κίνησιν ἀπέδωκε τῇ ψυχῇ· ὁ d δ’, ᾗπερ ἄλλῳ σώματι ἄλλην, οὕτω δὲ καὶ τὴν ἐν
κύκλῳ, καθάπερ σωματικήν τινα, τῷ πέμπτῳ προσ- ένειμε σώματι, πάντ’ εὐκόλως αὑτὸν ἐξαπατήσας.
μήτε κουφότητος, ἀκινησίας μᾶλλον·
τι κλίσεως αἰτίαν‚
ἐξωσθεῖσι τῶν οἰκείων τόπων παρέχει τὸ κινεῖσθαι πάλιν ἀφ’ αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῷ πέμπτῳ δὲ ἐκείνῳ‚ μηδέποτε ἐκβαίνοντι τῶν αὐτοῦ τόπων, μένειν ἂν προσήκοι.
τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι σκεψαμένου εἴτε ἐστί τι κάτω φύσει καὶ ἄνω‚ εἴτε μὴ‚ καὶ ἀποδείξαντος ἀκριβῶς ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις ἐφ’ ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον
ἀφ’ οὗ ἀναχωροῖεν‚ καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρὸς τούτω ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ αὐτῶν εὔλογον ἄνω τι ἢ κάτω λέγεσθαι·
καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται, τὸ δὲ ἐπὶ τὸ πέριξ κοῦφον· καὶ τὸν μὲν τόπον τὸν ἐν μέσῳ κάτω φησὶ, τὸν δὲ πέριξ ἄνω.”
ταῦτα μὲν οἵδε. Μώσης δὲ καὶ τὰ Ἑβραίων λόγια τούτ’ ὢν οὐδὲν πολυπραγμονεῖ· καὶ εἰκότως‚ ὅτι μηδὲ πρὸς βίου κατόρθωσιν τοῖς περὶ ταῦτα ἀσχολουμένοις λυσιτελεῖν ἐνομίσθη.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.