δῆλα γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν‚ ἀλλ’ ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων’ μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει, καὶ πολλοὺς 809 ὑπὲρ τούτου λόγους πεποίηται‚ ποικίλως καὶ παν- τοίως ἀποδεικνὺς ὅτι ἐστὶν ἀθάνατος ἡ ψυχή.
νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι δυνηθείσης‚ τά τε τῆς φύσεως πράγματα πάντα κατὰ τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι b δύνασθαι.
ἐν ἄλλοις εἴδεσι γινομένη. ἀλλὰ μὴν καὶ τὰ τῆς ἐπιστήμης καὶ τῆς σοφίας εἰς τὴν ἀθανασίαν τῆς ψυχῆς ἀνῆπται τῷ Πλάτωνι. πᾶσαι γὰρ αἶ μαθήσεις ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σώζεσθαι καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται.
φιλοσοφίαν Πλάτωνος.
μὴ καὶ τοῦτο‚ δύναμίν γε ἐν τῷ σώματι καὶ κίνησίν τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῆς ψυχῆς·
καθελεῖν καὶ ἀτιμάσαι καὶ μικροῦ δεῖν μηδὲν ἀποφῆναι τὴν ψυχήν.
τὸ λογίσασθαι;
οὐ γὰρ ἡ ψυχὴ, φησὶν, ἀλλ᾿ ὁ ἄνθρωπός ἐστιν ὁ τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δὲ ἀκίνητος.
b ἡ ψυχὴ δῆλον, ὥστε οὐκ ἂν διά γε τὴν ἀπὸ τῶν αἰσθήσεων ἐνέργειαν δοίημεν εἶναι ψυχήν· αἱ δὲ κινήσεις αὐτῆς ἀφανοῦς οὔσης ἀναγκάζειν ἡμὰς δοκοῦσιν εἶναί τι τὴν ψυχὴν ὁμολογεῖν.
σκοπεῖσθαι καὶ καθ᾿ ὃν δήποτε τρόπον διανοεῖσθαι. ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου δυνάμεις καὶ ἐνθυμηθῶμεν δὲ τὰς τοιαύτας ἐνεργείας, ὡς οὐ c σώματος [οὔσας,] δίδομεν εἶναί τι ἐν ἡμῖν ἕτερον τὸ βουλευόμενον ’ τοῦτο δὲ εἶναι τὴν ψυχήν. ἐπεὶ πόθεν
ἀλλαχόθεν ἐπιστεύσαμεν ὑπὲρ ψυχῆς ;
θέλοντι παρὰ τοῦ τὴν ψυχὴν ἀποκτιννύντος; τίς δὲ ἡ διδασκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ᾿ ὃν αὐτο- κίνητὸν αὐτήν φαμεν, παρὰ τῶν μηδὲ τὸ παράπαν αὐτῇ κίνησιν νεμόντων;
ἀθάνατον εἶναι , τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ ἄφθαρτον εἶναι. τίς μὲν οὖν τὴν οὐσίαν καὶ τὴν φύσιν ὁ νοῦς, ὅθεν ὢν, καὶ πόθεν ἐπεισκρινόμενος τοῖς ἀνθρώποις, καὶ ποῦ πάλιν ἀπαλλαττόμενος, αὐτὸς ἂν εἰδείη· εἰ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ
νοῦ, καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῷ ἀσαφεῖ τοῦ λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ σηπίαι τὸ δυσθήρευτον ἐκ τοῦ σκοτεινοῦ ποριζόμενος.
ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν. καὶ τὸ τῆς ἀθανασίας ὁ μὲν μετὰ τῆς ψυχῆς αὐτῷ δίδωσιν, 811 ὡς ἄλλως οὐκ ἐνδεχόμενον, ὁ δέ φησιν αὐτῷ μόνῳ χωριζομένῳ τῆς ψυχῆς τοῦτο περιγίνεσθαι. καὶ τὴν μὲν ψυχὴν τοῦ σώματος οὐκ ἠξίωσεν ἐκβαίνειν, ὅτι
Πλάτωνι τοῦτο ἤρεσε, τὸν δὲ νοῦν ἀπορρήγνυσθαι τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων τὸ τοιοῦτο.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.