πρὸς ἐπιθυμίας· ἕν δὲ καὶ ταὐτὸν δι’ ὅλου πεπονθέναι d τὸ πᾶν οὐ διαφωνοῦν ἑαυτῷ. αἰσθήσεις δὲ μόνον δυνατὸν ἴσως γίνεσθαι, τἀς δὲ νοήσεις ἀδύνατον. διὸ καὶ αὐτοὶ ἄλλην ψυχὴν τὸν νοῦν εἰσάγουσιν, ὃν ἀθάνατον τίθενται.
νῆν ψυχὴν ἄλλως ἐντελέχειαν ἢ τοῦτον τὸν τρόπον, ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ’ ἡ αἰσθητικὴ‚ εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων τοὺς τύπους ἔχει‚ αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα ἕξει· εἰ δὲ μὴ‚ οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες·
ἀλλ’ ἀδύνατον ἄλλως δέχεσθαι, εἰ οὕτως ἐνεῖεν. οὐκ ἄρα οὖσ’ ἀχώριστος ἐντελέχεια.
ἂν δόξειεν ἔχειν, μήποτε τοῦτον τὸν τρόπον ἐντελέχεια ἀχώριστος ῇ.
ἀπολιποῦσα τὰ ἄλλα μέρη εἰς ἴν τι συνεστάλη· οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ b γὰρ αὖ ἐστὶ πρὶν αὐξηθῆναι τὸ φυτὸν ἐν τῷ ὀλίγῳ ὄγκῳ.
χωρίζεσθαι; πῶς δ’ ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ τοῦ σώματος ἐντελέχεια γένοιτο μεριστή; ἥ τε αὐτὴ ψυχὴ ἐξ ἄλλου ζῴου ἄλλο γίνεται· πῶς οὖν ἡ τοῦ προτέρου τοῦ ἐφεξῆς ἂν γένοιτο, εἰ ἦν ἐντελέχεια ἑνός;
εἶναι ἔχει, ἀλλ’ ἔστιν οὐσία, οὐ παρὰ τὸ ἐν σώματι c ἱδρῦσθαι τὸ εἶναι λαμβάνουσα, ἀλλ’ οὖσα πρὶν καὶ τοῦδε γενέσθαι, οἷον ζῴου, οὐ τὸ σῶμα τὴν ψυχὴν γεννήσει.
πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σ΄σματα οὖσα, ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν ὄντως οὐσίαν εἶναι; τὸ μὲν γὰρ γένεσις‚ ἀλλ’ οὐκ οὐσία, πᾶν τὸ σωματικὸν εἶναι λέγοιτ’ ἂν, γινόμενον καὶ ἀπολλύμενον‚ ὄντως δὲ οὐδέποτε ὂν, μεταλήψει
δὲ τοῦ ὄντος σωζόμενον, καθ’ ὅσον ἂν αὐτοῦ μετα- λαμβάνον.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.