ΠΡΟΟΙΜΙΟΝ.
460πεποιήμεθα, οὐ μόνον τοὺς μύθους, οὓς δὴ περὶ τῶν οἰκείων θεῶν παῖδες τῶν παρ’ αὐτοῖς θεολόγων τε καὶ ποιητῶν κεκωμῳδήκασιν, ἀλλὰ καὶ τούτων τὰς σεμνοπρεπεῖς δὴ καὶ ἀπορρήτους φυσιολογίας, ἄνω που εἰς οὐρανὸν καὶ τὰ κόσμου μέρη πρὸς τῆς γενναίας
φιλοσοφίας μετενηνεγμένας, πρώτιστα πάντων ἐν τρισὶ τοῖς πρώτοις συγγράμμασι διηρευνησάμην, καίτοι μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.