ἐπὶ δὲ τοῦ παρόντος πρὸς τοῖς εἰρημένοις μάρτυρι τῆς Μωσέως ἀρχαιότητος χρήσομαι τῷ πάντων δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ Ἑβραίων τε καὶ 485 ἡμῶν, φημὶ δὲ τῷ καθ᾿ ἡμᾶς φιλοσόφῳ, ὃς τὴν καθ᾿ ἡμῶν συσκευὴν ὑπερβολῇ μίσους προβεβλημένος
οὐ μόνους ἡμᾶς, ἀλλὰ καὶ Ἑβραίους, αὐτόν τε Μωσέα καὶ τοὺς μετ᾿ αὐτὸν προφήτας ταῖς ἴσαις ὑπηγάγετο δυσφημίαις. οὕτω γὰρ διὰ τῆς τῶν ἐχθρῶν ὁμολογίας ἀναμφηρίστως ἡγοῦμαι τὴν ἐπαγγελίαν πιστώσασθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.